[ ]
Euboia — Chalkis — ca. 169 BC
1 | ἐπὶ ἡγεμόνος Ἐπανδρίδου· |
Μικυθίων Χαριδάμου εἶπεν· ἐπειδὴ Ἀρίστων Ἡρακλείδου Σολεὺς εὔνους ὑπάρχων διατελεῖ | |
τῶι δήμωι τῶι Χαλκιδέων καὶ πολλοῖς τῶν πολιτῶν χρήσ<ι>μος γίνεται, εἰς ἃ ἄν τις αὐτὸν | |
παρακαλῆι, ἐκπεμφθεὶς δὲ καὶ ὑπὸ τοῦ βασιλέως Πτολεμαίου τοῦ πρεσβυτέρου ἐπὶ τῆς | |
5 | σιτικῆς δωρεᾶς τῆς ἀποσταλείσης Ῥωμαίοις καὶ παραγενόμενος εἰς τὴν ἡμετέραν |
πόλιν τήν τε ἀναστροφὴν ἐποιήσατο ἐν τῆι ἐπιδημίαι ἀξίως τοῦ τε πέμψαντος | |
βασιλέως καὶ τῆς ἡμετέρας πόλεως, v δεδόχθαι τῆι βουλῆι πρόξενον εἶναι καὶ εὐερ- | |
γέτην τοῦ δήμου τοῦ Χαλκιδέων Ἀρίστωνα Ἡρακλείδου Σολῆ καὶ αὐτὸν καὶ ἐγγόνους | |
αὐτοῦ καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος | |
10 | καὶ εἰρήνης καὶ τἆλλα ὑπάρχειν αὐτοῖς πάντα ὅσαπερ καὶ τοῖς ἄλ<λ>οις προξένοις καὶ εὐεργέταις |
τοῦ δήμου τοῦ Χαλκιδέων γέγραπται. |