[ ]
Euboia — Chalkis — late 2nd c. BC
| 1 | ἐπὶ ἡγεμόνος Σωσιστράτου· |
| [Φ]ιλόξε̣νος Πολυκλέους εἶπεν· ἐπειδὴ Μόσχος Νικίου Θηβαῖος | |
| εὔνους ὢν διατελεῖ τῶι δήμωι τῶι Χαλκιδέων καὶ πολλοῖς τῶν | |
| πολιτῶν χρήσιμος γίνεται, ἐν οἷς ἄν τις αὐτὸν παρακαλῆ<ι>, δεδόχθαι | |
| 5 | τῆι βουλῆι καὶ τῶι δήμωι πρόξενον εἶναι καὶ εὐεργέτην τοῦ δήμου τοῦ |
| Χαλκιδέων Μόσχον Νικίου Θηβαῖον καὶ αὐτὸν καὶ ἐκγόνους αὐτοῦ | |
| καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν | |
| καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα ὑπάρχειν αὐτοῖ[ς π]άντ[α] | |
| ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ δ[ήμου] | |
| 10 | τοῦ Χ̣[αλκ]ι̣δ̣έ̣[ων] γέγραπται. |