[ ]
Euboia — Eretria — late 3rd c. BC
1 | Ἀντίφιλος Ἱππάρχου Πτεχῆθεν |
εἶπεν· ἐπειδὴ Ἀριστόνους vacat | |
vac. ἀνὴρ ἀγαθός ἐστι περὶ | |
τὸν δῆμον τὸν Ἐρετριέων καὶ λέγω- | |
5 | ν καὶ πράττων ἀεὶ τὰ συμφέροντα |
τῶι δήμωι, ἔδοξεν τεῖ βουλεῖ καὶ | |
τῶι δήμωι εἶναι Ἀριστόνουν vacat | |
vac. πρόξενον καὶ εὐεργέτην | |
Ἐρετριέων αὐτὸν καὶ ἐκγόνους | |
10 | καὶ εἶναι αὐτῶι ἐν Ἐρετρίαι γῆς |
καὶ οἰκίας ἔγκτησιν καὶ πρόσο- | |
δον πρὸς τὴν ἀρχὴν καὶ τὴν | |
βουλὴν καὶ τὸν δῆμον πρώτοι | |
μετὰ τὰ ἱερὰ καὶ ἀτέλειαν ἁπάν- | |
15 | των εἰσάγοντι καὶ ἐξάγοντι, |
καθάπερ τοῖς ἄλλοις Ἐρετριεῦ- | |
σι, καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
καὶ πολέμου καὶ εἰρήνης καὶ | |
κατὰ γῆν καὶ κατὰ θάλατταν. |