[ ] Euboia — Eretria — 3rd c. BC
1 Νικίων Χοιρῆθεν Κίκου εἶπ[ε]·
ἐπειδὴ Φιλόξενος ἀνὴρ ἀγα-
θός ἐστιν περὶ τὴν πόλιν τὴ[ν]
Ἐρετ[ρι]έων, ἔδοξεν τεῖ βου̣λεῖ
5 καὶ τοῖ δήμοι Φιλόξενον Μα[κε]-
δόνα πρόξενον εἶναι καὶ εὐ-
εργέτην Ἐρετριέων καὶ αὐτ[ὸν]
[κ]αὶ ἐκγόνους καὶ εἶναι αὐ̣τ̣ο̣[ῖς]
π[ρόσ]οδον πρὸς τὴν βουλὴ[ν]
10 καὶ τὸν δῆμον πρώτο[ις μετὰ]
[τὰ ἱ]ε[ρὰ καὶ ἀσυλίαν καὶ πολέμου]
[κ]αὶ εἰρήνης [καὶ] γῆ[ς]
καὶ οἰκ[ίας] ἔνκτ[ησι]ν καὶ ἀτέλειαν
εἰσάγου[σ]ι καὶ [ἐ]ξάγουσι καθά-
15 [π]ερ τοῖς [ἄλ]λο[ις] Ἐρετριεῦ[σι].
Search Help
Contact Us