[ ] Euboia — Eretria — late 3rd c. BC
1 Ἀντίφιλος Ἱππάρχου Πτεχῆθεν
εἶπεν· ἐπειδὴ Ἀριστόνους vacat
vac. ἀνὴρ ἀγαθός ἐστι περὶ
τὸν δῆμον τὸν Ἐρετριέων καὶ λέγω-
5 ν καὶ πράττων ἀεὶ τὰ συμφέροντα
τῶι δήμωι, ἔδοξεν τεῖ βουλεῖ καὶ
τῶι δήμωι εἶναι Ἀριστόνουν vacat
vac. πρόξενον καὶ εὐεργέτην
Ἐρετριέων αὐτὸν καὶ ἐκγόνους
10 καὶ εἶναι αὐτῶι ἐν Ἐρετρίαι γῆς
καὶ οἰκίας ἔγκτησιν καὶ πρόσο-
δον πρὸς τὴν ἀρχὴν καὶ τὴν
βουλὴν καὶ τὸν δῆμον πρώτοι
μετὰ τὰ ἱερὰ καὶ ἀτέλειαν ἁπάν-
15 των εἰσάγοντι καὶ ἐξάγοντι,
καθάπερ τοῖς ἄλλοις Ἐρετριεῦ-
σι, καὶ ἀσυλίαν καὶ ἀσφάλειαν
καὶ πολέμου καὶ εἰρήνης καὶ
κατὰ γῆν καὶ κατὰ θάλατταν.
Search Help
Contact Us