[ ] Euboia — Eretria — 3rd c. BC — cf. IG XII, Suppl. 178,199
See also:
1 θεοί.
Τ̣ίμιππος εἶπεν· ἐπειδὴ Κλεοχάρης
Π̣υθέου Μακεδὼ̣ν ἐξ Ἀνφιπολέως τῶν βα̣-
σιλέων φίλο[ς] δ̣․․․․ῖ εὔνους καὶ τοῖς στρατ[η]-
5 γοῖς τοῖς τῶν Ἑ̣[λλήνων] καὶ τῶι δήμωι τῶι Ἐρετρ[ι]-
έων χρήσιμο[ς φανεὶ]ς ἐνδείκνυται τὴν φιλ̣[ί]-
αν, ἣν ἔχων τ[υγχά]ν̣ει πρὸς τὸν δῆμον τ[ῶν]
Ἐρετριέων καὶ ὅσα ἐδεήθη ἡ πόλ̣[ις αὐτοῦ?]
πάντων ἔτυχεν, δεδόχθαι [τ]ῶι [δήμωι εἶναι]
10 Κλεοχάρην πρόξενον καὶ εὐ[εργέτην τοῦ]
δήμου καὶ αὐτὸν καὶ ἐκγόν[ους καὶ εἶναι αὐ]-
τῶν ἀσυλίαν καὶ πολέμ[ου καὶ εἰρήνης· εἶναι]
δὲ αὐτῶι καὶ γῆς καὶ οἰκίας [ἔνκτησιν καὶ ἀτέλει]-
αν εἰσάγοντι καὶ ἐξ̣[άγοντι καθάπερ καὶ τοῖς ἄλ]-
15 [λο]ις Ἐρετριε[ῦσιν].
Search Help