Proxeny decree for Kleochares of Amphipolis.  Two fragments of a pedimental stele of local marble; (B) = IG XII,9 230 now missing.
[ ] Euboia — Eretria — 304-301 BC — IG XII,9 199 + 230 — SEG 49.1187[7]
1 θεοί·
Τ̣ίμιππος εἶπεν· ἐπειδὴ Κλεοχάρης
Π̣υθέου Μακεδὼν ἐξ Ἀνφιπόλεως, τῶν βα-
σιλέων φίλο[ς ὢν κα]ὶ εὔνους καὶ τοῖς στρατ[η]-
5 γοῖς τοῖς τῶν σ̣[υμμάχων] κ̣αὶ τῶι δήμωι τῶι Ἐρετρ[ι]-
έων χρήσιμος [γεγονώ]ς, ἐνδείκνυται τὴν φιλ[ί]-
αν ἣν ἔχων τ̣υ̣[γχά]ν̣ε̣ι πρὸς τὸν δῆμον τ[ὸν]
Ἐρετριέων καὶ ὅ̣σ̣α̣ ἐδέηθη ἡ πόλ̣[ις αὐτοῦ]
πάντων ἔτυχεν, δεδόχθαι τ̣ῶι δ̣[ήμωι· εἶναι]
10 Κλεοχάρην πρόξενον καὶ εὐ̣[εργέτην τοῦ]
δήμου καὶ αὐτὸν καὶ ἐκγόν[ους καὶ εἶναι αὐ]-
τῶ<ι> ἀσυλίαν καὶ πολέμ[ου καὶ εἰρήνης· εἶναι]
δὲ αὐτῶι καὶ γῆς καὶ οἰκίας [ἔγκτησιν καὶ ἀτέλει]-
αν εἰσάγοντι καὶ ἐξ[άγοντι καθάπερ (καὶ) τοῖς ἄλ]-
15 [λο]ις Ἐρετριε[ῦσι(ν) καὶ πρόσοδον πρὸς τὴν βουλὴν]
[καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερὰ καὶ προεδρίαν]
[ἐν πᾶσι(ν) τοῖς ἀγῶσι(ν) οἷς ὁ δῆμος] τ̣ί̣θησιν· ἐπι̣μ[ε]-
[λεῖσθαι δ’ αὐτοῦ τοὺς ἄρχοντας τοὺς ἀ]εὶ ἐν ἀρχῆι ὄν-
[τας ὅπως ἂμ μηδ’ ὑφ’ ἑνὸς ἀδικῆται· ἀναγ]ράψαι δὲ τὸ ψή-
20 [φισμα τόδε ἐν στήληι λιθίνηι καὶ στῆ]σαι ἐν τῶι ἱερῶι
[τοῦ Ἀπόλλωνος τοῦ Δαφνηφόρου ὅπου] ἂν δοκεῖ ἐν καλ-
[λίστωι εἶναι. {²vacat?}²] {²vac.}²
Search Help
Contact Us