[ ]
Thasos
1 | Ἱκέσιον νούσοισι καταφθίμενον τ̣όδε [σῆμα] |
κέκρυφεν, Εὐθυκράτους υἷα τὸν εὐγενέτην, | |
[Ζ]ωσίμη ἐν μούσαισι πανέξοχον ὅν ποτ’ ἔτικτε | |
μάτηρ, τρισσὰ τέκνων ἄνθεα γειναμένα. | |
5 | δύσμορος, ἃ [δ]ισσοὺς μὲν ἐλίπετο παῖδας ἐν οἴκοις |
εὐγενέτας, ἀγαθὴν ἄρσενα συνζυγίην, | |
καὶ κούρην φιλάδελφον, ἀποφθιμένη δὲ πρὸς Ἅιδαν | |
πλουτῖον τέκνων λίπετο δωμάτιον· | |
ἀλλ’ οὓς μὲν ζωᾶς ἀπενόσφισε δύσμ[ο]ρος Ἅιδας· | |
10 | ἃ δὲ κασιγνήτους μυρομένα στεναχα[ῖ]ς |
τοὺς γλυκεροὺς ποθέουσα συνα[ίμονας ἐνθὰδ’ ἔθαψιν]. | |
— — — — — — — — — — — — — — — — — — — |