[ ]
Samothrace — beg. 2nd c. BC
1 | τ̣ῶμ π[ο]λι̣τ̣[ῶ]ν ἡ [δ]ὲ β̣[ουλὴ προβεβού]- |
λευκεν αὐτῶι καὶ ἐγγόνοις περὶ̣ ἐ̣- | |
παίνου καὶ πολιτείας· δεδόχθαι | |
τῶι δήμωι τοὺς ἐπιστάτας ἐπε̣- | |
5 | ρωτῆσαι τὴν ἐκκλησίαν κατὰ τὸν ν[ό]- |
μον, εἰ δοκεῖ δοῦναι πολιτείαμ Πτολ̣[ε]- | |
μαίωι Ἀμεινίου Γορτυνίωι καὶ ἐκγό- | |
νοις καὶ ἐὰν δόξηι, συντελέσαι | |
καὶ τὴν ψηφοφορίαν ἐν τῇ καθηκού- | |
10 | σηι ἐκκλησίαι καὶ ἐὰν ἐπιψηφισθῆι, εἶ- |
ναι αὐτοὺς πολίτας μετέχοντας | |
πάντων ὧν καὶ οἱ ἄλλοι πολῖται | |
μετέχουσιν· ἀναγράψαι δὲ τόδε τ[ὸ] | |
ψήφισμα εἰς στήλην καὶ ἀναθεῖ- | |
15 | ναι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς. |