[ ]
Samothrace — beg. 2nd c. BC
| 1 | τ̣ῶμ π[ο]λι̣τ̣[ῶ]ν ἡ [δ]ὲ β̣[ουλὴ προβεβού]- |
| λευκεν αὐτῶι καὶ ἐγγόνοις περὶ̣ ἐ̣- | |
| παίνου καὶ πολιτείας· δεδόχθαι | |
| τῶι δήμωι τοὺς ἐπιστάτας ἐπε̣- | |
| 5 | ρωτῆσαι τὴν ἐκκλησίαν κατὰ τὸν ν[ό]- |
| μον, εἰ δοκεῖ δοῦναι πολιτείαμ Πτολ̣[ε]- | |
| μαίωι Ἀμεινίου Γορτυνίωι καὶ ἐκγό- | |
| νοις καὶ ἐὰν δόξηι, συντελέσαι | |
| καὶ τὴν ψηφοφορίαν ἐν τῇ καθηκού- | |
| 10 | σηι ἐκκλησίαι καὶ ἐὰν ἐπιψηφισθῆι, εἶ- |
| ναι αὐτοὺς πολίτας μετέχοντας | |
| πάντων ὧν καὶ οἱ ἄλλοι πολῖται | |
| μετέχουσιν· ἀναγράψαι δὲ τόδε τ[ὸ] | |
| ψήφισμα εἰς στήλην καὶ ἀναθεῖ- | |
| 15 | ναι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς. |