[ ]
Nicuria — 3rd c. BC — IG XII,7 Corr. Add. p. xi
a.1 | [ἔδοξε]ν τοῖς συνέδροις τῶν νησιωτῶν· ὑπὲρ ὧν |
[Φιλοκλῆ]ς ὁ βασιλεὺς Σιδονίων καὶ Βάκχων ὁ νη- | |
[σίαρχος ἔγρα]ψαν πρὸς τ[ὰ]ς πόλεις, ὅπως ἂν ἀπο- | |
[στ]εί[λ]ωσιν συνέδρους εἰς Σάμον, οἵτινες | |
5 | [χρημ]ατιοῦσιν ὑπὲρ τῆς θυσίας καὶ τῶν θεω- |
[ρῶ]ν καὶ τοῦ ἀγῶνος, ὃν τίθησιν ὁ βασιλεὺς Πτο- | |
[λεμ]αῖος τῶι πατρὶ ἐν Ἀλεξανδρείαι ἰσολυμ[πι]- | |
[ον, καὶ νῦν] ἐκ πόλεωμ παραγενομένοις τοῖς συ[ν]- | |
[έδροις] δι[ελέγη]σαν Φιλοκλῆς καὶ Βάκχων, δ[ε]- | |
10 | [δό]χθαι τῶι κοινῶι τῶν συνέδρων· ἐπειδὴ ὁ |
[β]ασιλεὺς καὶ σωτὴρ Πτολεμαῖος πολλῶν | |
καὶ μεγάλων ἀγαθῶν αἴτιος ἐγένετο τοῖς | |
[τ]ε νησιώταις καὶ τοῖς ἄλλοις Ἕλλησιν, τάς τε π[ό]- | |
[λ]εις ἐλευθερώσας καὶ τοὺς νόμους ἀποδοὺς | |
15 | [κ]αὶ τὴμ πάτριομ πολιτείαμ πᾶσιγ καταστήσα[ς] |
[κ]αὶ τῶν εἰσφορῶγ κουφίσας, καὶ νῦν ὁ βασιλεὺς | |
[Π]τολεμαῖος, διαδεξάμενος τὴμ βασιλείαν παρ[ὰ] | |
τοῦ πατρός, τὴν αὐτὴν εὔνοιαγ καὶ ἐπιμέλειαν | |
[π]αρεχόμενος διατελεῖ εἴς τε τοὺς νησιώτας κα[ὶ] | |
20 | τοὺς ἄλλους Ἕλληνας, καὶ θυσίαμ ποιεῖ τῶι πατρ[ὶ] |
καὶ ἀγῶνα τίθησιν ἰσολύμπιον γυμνικὸγ καὶ | |
μουσικὸν καὶ ἱππικόν, τήν τε πρὸς τοὺς θεοὺ[ς εὐ]- | |
[σέβ]ειαν διαφυλάττωγ καὶ τὴμ πρὸς τοὺς π[ρογό]- | |
[νου]ς εὔνοιαν διατηρῶν, καὶ παρακαλεῖ εἰς ταῦτ[α] | |
25 | [τού]ς τε νησιώτας καὶ τοὺς ἄλλους Ἕλληνας ψ[η]- |
[φίσα]σθαι τὸν ἀγῶνα ὑπάρχειν ἰσολύμπιον, πρό- | |
[σήκ]ει πᾶσι τοῖς νησιώταις τετιμηκόσιμ πρ[ότε]- | |
[ρον τ]ὸν σωτῆρα Πτολεμαῖον ἰσοθέοις τιμαῖ[ς] | |
[καὶ δι]ὰ τὰς κοι[νὰς εὐεργεσίας] καὶ διὰ τὰς ἰδίο[υς] | |
30 | [ὠφελείας τῶι βασιλεῖ Πτο]λεμαίωι παρακαλοῦ[ν]- |
[τι ἔν τε τοῖς ἄλλοις συλλα]μβάνεσθαι καὶ νῦγ κατὰ | |
[τὴν αἵρεσιν αὐτοῦ μετὰ πάσης] προθυμία[ς ψηφίσα]σθα[ι] | |
— — — — — — — — — — — — — — — — μὲν τὸμ πᾶσ[ιν ․]ΛΓ․․ | |
— — — — — — — — — — — — — —αι καταξίας τιμὰς | |
35 | [— — — — — — — — — — — — — τῆ]ς ἑαυτῶν εὐνοία[ς] |
[ἀποδέχεσθ]αι τὴν θυσίαγ καὶ τοὺς θεωροὺς ἀ[πο]- | |
[στέλλειν εἰ]ς τὸμ πάντα χρόνον ἐν τοῖς καθ[ή]- | |
[κουσι χρόνοις], καθάπερ ὁ βασιλεὺς ἐπέσταλκε, | |
[κ]α[ὶ] εἶναι τὸν ἀγῶνα ἰσολύμπιογ, καὶ τοῖς νικῶσιν | |
40 | [τῶν νησιωτῶν] τὰς τιμὰς τὰς αὐτὰς ὑπάρχειν, αἵπερ |
εἰσὶ[ν ἐν] τοῖς νόμοις παρ’ ἑκάστοις τῶν νησιωτῶν | |
[γεγραμμέναι] τοῖς τὰ Ὀλύμπια νικήσασιν· στεφανῶ- | |
[σ]αι δὲ καὶ τὸ[μ βα]σιλέα Πτολεμαῖον βασιλέως καὶ | |
[σ]ωτῆρος Πτολεμαίου χρυ[σῶι] στεφάνωι ἀριστεί- | |
45 | [ωι ἀπὸ] στα[τήρ]ωγ χ[ι]λίων ἀρητῆς ἕνεκεγ καὶ εὐ- |
[νοί]ας τῆς εἰς τοὺς νησιώτας, ἀναγράψαι δὲ τοὺς | |
[συν]έδρους τόδε τὸ ψ[ήφι]σμα εἰς στήλην λιθίνηγ καὶ | |
[στῆσαι ἐν] Δήλωι παρὰ τὸν βωμὸν τοῦ σωτῆρος | |
[Πτ]ολε[μαίου· κατὰ] ταὐτὰ δὲ ψηφισάσθωσαν τόδε | |
50 | [τὸ ψ]ήφισμα καὶ αἱ μετέχουσαι τῶμ πόλεων τοῦ συν- |
[ε]δρί[ου], καὶ ἀναγραψάτωσαν εἰς στήλας λιθίνας | |
[κ]αὶ ἀναθέτωσαν εἰς τὰ ἱερὰ ἐν οἷς καὶ αἱ λοιπαὶ τι- | |
μαί εἰσιν ἀναγεγραμμέναι παρ’ ἑκάστοις· ἑλέσθαι | |
[δ]ὲ τοὺς συνέδρους καὶ θεωροὺς τρεῖς, οἵτινες ἀφ[ι]- | |
55 | [κ]όμενοι εἰς Ἀλεξάνδρειαν θύσουσίν τε ὑπὲρ τοῦ |
[κ]οινοῦ τῶν νησιωτῶν Πτολεμαίωι Σωτῆρι καὶ | |
[τὸν σ]τέφανον ἀποδώσουσιν τῶι βασιλεῖ· τὸ δὲ εἰς | |
[τ]ὸν στέφανον ἀργύριον καὶ εἰς ἐφόδιογ καὶ πορε[ί]- | |
[α]ς τοῖς θεωροῖς εἰσενεγκεῖν τὰς πόλεις, ἑκάσ[την] | |
60 | [κατὰ τὸ ἐ]πιβάλλον αὐτῆι, καὶ δοῦναι ὧι ἂμ Βάκ[χων] |
[ἀποδείξηι]. ἡιρέθησαν θεωροὶ Γλαύκων Κύθ[νιος], | |
․․․․․ας Νάξιος, Κλεώκριτος Ἄνδριος. | |
b.1 | — — — — — —ΩΝΜ— — —Ο— — — — — — — — — — — — — — |
— — — — —ΕΙ— — — —Λ— —ΛΠΑ#⁷Α— — — — — — — — — — | |
— — — —νται οἱ Ἀμόργιοι ἀποσ[τείλαντες — — — —] | |
[— — τῶι δὲ π]ρεσβευτ[ῆι ἔ]στωσαν οἱ ἴσοι — — — — | |
5 | — — — — — — — διαγορε[υ]ο— — — — — — — — — — |
— — — — — — — — τοῖς — — — — — — — — — — — — — | |
— — — — — —ν[τ(?)]ὰ ψηφίσ[ματα — — — — — — — —] | |
— —Ο— — — — — — — —οντ— — — — — — — — — — — — | |
— — — — — — — — — — — —ΟΝΤΟΥΣ— — — — — — — — — | |
10 | Χ— — — — — — — — — — — —Ε— — — — — — — — — — — |
— — —Ε— — — — — — — — —ΑΣ— —ΕΝ— — — — — — — — | |
— — — — — — — — — — — — — —Ο— — — — — — — — — | |
— — —Ο— — — — — — — — — — — — — — — — — — — — |