[ ]
Nicuria — 3rd c. BC — IG XII,7 Corr. Add. p. xi
| a.1 | [ἔδοξε]ν τοῖς συνέδροις τῶν νησιωτῶν· ὑπὲρ ὧν |
| [Φιλοκλῆ]ς ὁ βασιλεὺς Σιδονίων καὶ Βάκχων ὁ νη- | |
| [σίαρχος ἔγρα]ψαν πρὸς τ[ὰ]ς πόλεις, ὅπως ἂν ἀπο- | |
| [στ]εί[λ]ωσιν συνέδρους εἰς Σάμον, οἵτινες | |
| 5 | [χρημ]ατιοῦσιν ὑπὲρ τῆς θυσίας καὶ τῶν θεω- |
| [ρῶ]ν καὶ τοῦ ἀγῶνος, ὃν τίθησιν ὁ βασιλεὺς Πτο- | |
| [λεμ]αῖος τῶι πατρὶ ἐν Ἀλεξανδρείαι ἰσολυμ[πι]- | |
| [ον, καὶ νῦν] ἐκ πόλεωμ παραγενομένοις τοῖς συ[ν]- | |
| [έδροις] δι[ελέγη]σαν Φιλοκλῆς καὶ Βάκχων, δ[ε]- | |
| 10 | [δό]χθαι τῶι κοινῶι τῶν συνέδρων· ἐπειδὴ ὁ |
| [β]ασιλεὺς καὶ σωτὴρ Πτολεμαῖος πολλῶν | |
| καὶ μεγάλων ἀγαθῶν αἴτιος ἐγένετο τοῖς | |
| [τ]ε νησιώταις καὶ τοῖς ἄλλοις Ἕλλησιν, τάς τε π[ό]- | |
| [λ]εις ἐλευθερώσας καὶ τοὺς νόμους ἀποδοὺς | |
| 15 | [κ]αὶ τὴμ πάτριομ πολιτείαμ πᾶσιγ καταστήσα[ς] |
| [κ]αὶ τῶν εἰσφορῶγ κουφίσας, καὶ νῦν ὁ βασιλεὺς | |
| [Π]τολεμαῖος, διαδεξάμενος τὴμ βασιλείαν παρ[ὰ] | |
| τοῦ πατρός, τὴν αὐτὴν εὔνοιαγ καὶ ἐπιμέλειαν | |
| [π]αρεχόμενος διατελεῖ εἴς τε τοὺς νησιώτας κα[ὶ] | |
| 20 | τοὺς ἄλλους Ἕλληνας, καὶ θυσίαμ ποιεῖ τῶι πατρ[ὶ] |
| καὶ ἀγῶνα τίθησιν ἰσολύμπιον γυμνικὸγ καὶ | |
| μουσικὸν καὶ ἱππικόν, τήν τε πρὸς τοὺς θεοὺ[ς εὐ]- | |
| [σέβ]ειαν διαφυλάττωγ καὶ τὴμ πρὸς τοὺς π[ρογό]- | |
| [νου]ς εὔνοιαν διατηρῶν, καὶ παρακαλεῖ εἰς ταῦτ[α] | |
| 25 | [τού]ς τε νησιώτας καὶ τοὺς ἄλλους Ἕλληνας ψ[η]- |
| [φίσα]σθαι τὸν ἀγῶνα ὑπάρχειν ἰσολύμπιον, πρό- | |
| [σήκ]ει πᾶσι τοῖς νησιώταις τετιμηκόσιμ πρ[ότε]- | |
| [ρον τ]ὸν σωτῆρα Πτολεμαῖον ἰσοθέοις τιμαῖ[ς] | |
| [καὶ δι]ὰ τὰς κοι[νὰς εὐεργεσίας] καὶ διὰ τὰς ἰδίο[υς] | |
| 30 | [ὠφελείας τῶι βασιλεῖ Πτο]λεμαίωι παρακαλοῦ[ν]- |
| [τι ἔν τε τοῖς ἄλλοις συλλα]μβάνεσθαι καὶ νῦγ κατὰ | |
| [τὴν αἵρεσιν αὐτοῦ μετὰ πάσης] προθυμία[ς ψηφίσα]σθα[ι] | |
| — — — — — — — — — — — — — — — — μὲν τὸμ πᾶσ[ιν ․]ΛΓ․․ | |
| — — — — — — — — — — — — — —αι καταξίας τιμὰς | |
| 35 | [— — — — — — — — — — — — — τῆ]ς ἑαυτῶν εὐνοία[ς] |
| [ἀποδέχεσθ]αι τὴν θυσίαγ καὶ τοὺς θεωροὺς ἀ[πο]- | |
| [στέλλειν εἰ]ς τὸμ πάντα χρόνον ἐν τοῖς καθ[ή]- | |
| [κουσι χρόνοις], καθάπερ ὁ βασιλεὺς ἐπέσταλκε, | |
| [κ]α[ὶ] εἶναι τὸν ἀγῶνα ἰσολύμπιογ, καὶ τοῖς νικῶσιν | |
| 40 | [τῶν νησιωτῶν] τὰς τιμὰς τὰς αὐτὰς ὑπάρχειν, αἵπερ |
| εἰσὶ[ν ἐν] τοῖς νόμοις παρ’ ἑκάστοις τῶν νησιωτῶν | |
| [γεγραμμέναι] τοῖς τὰ Ὀλύμπια νικήσασιν· στεφανῶ- | |
| [σ]αι δὲ καὶ τὸ[μ βα]σιλέα Πτολεμαῖον βασιλέως καὶ | |
| [σ]ωτῆρος Πτολεμαίου χρυ[σῶι] στεφάνωι ἀριστεί- | |
| 45 | [ωι ἀπὸ] στα[τήρ]ωγ χ[ι]λίων ἀρητῆς ἕνεκεγ καὶ εὐ- |
| [νοί]ας τῆς εἰς τοὺς νησιώτας, ἀναγράψαι δὲ τοὺς | |
| [συν]έδρους τόδε τὸ ψ[ήφι]σμα εἰς στήλην λιθίνηγ καὶ | |
| [στῆσαι ἐν] Δήλωι παρὰ τὸν βωμὸν τοῦ σωτῆρος | |
| [Πτ]ολε[μαίου· κατὰ] ταὐτὰ δὲ ψηφισάσθωσαν τόδε | |
| 50 | [τὸ ψ]ήφισμα καὶ αἱ μετέχουσαι τῶμ πόλεων τοῦ συν- |
| [ε]δρί[ου], καὶ ἀναγραψάτωσαν εἰς στήλας λιθίνας | |
| [κ]αὶ ἀναθέτωσαν εἰς τὰ ἱερὰ ἐν οἷς καὶ αἱ λοιπαὶ τι- | |
| μαί εἰσιν ἀναγεγραμμέναι παρ’ ἑκάστοις· ἑλέσθαι | |
| [δ]ὲ τοὺς συνέδρους καὶ θεωροὺς τρεῖς, οἵτινες ἀφ[ι]- | |
| 55 | [κ]όμενοι εἰς Ἀλεξάνδρειαν θύσουσίν τε ὑπὲρ τοῦ |
| [κ]οινοῦ τῶν νησιωτῶν Πτολεμαίωι Σωτῆρι καὶ | |
| [τὸν σ]τέφανον ἀποδώσουσιν τῶι βασιλεῖ· τὸ δὲ εἰς | |
| [τ]ὸν στέφανον ἀργύριον καὶ εἰς ἐφόδιογ καὶ πορε[ί]- | |
| [α]ς τοῖς θεωροῖς εἰσενεγκεῖν τὰς πόλεις, ἑκάσ[την] | |
| 60 | [κατὰ τὸ ἐ]πιβάλλον αὐτῆι, καὶ δοῦναι ὧι ἂμ Βάκ[χων] |
| [ἀποδείξηι]. ἡιρέθησαν θεωροὶ Γλαύκων Κύθ[νιος], | |
| ․․․․․ας Νάξιος, Κλεώκριτος Ἄνδριος. | |
| b.1 | — — — — — —ΩΝΜ— — —Ο— — — — — — — — — — — — — — |
| — — — — —ΕΙ— — — —Λ— —ΛΠΑ#⁷Α— — — — — — — — — — | |
| — — — —νται οἱ Ἀμόργιοι ἀποσ[τείλαντες — — — —] | |
| [— — τῶι δὲ π]ρεσβευτ[ῆι ἔ]στωσαν οἱ ἴσοι — — — — | |
| 5 | — — — — — — — διαγορε[υ]ο— — — — — — — — — — |
| — — — — — — — — τοῖς — — — — — — — — — — — — — | |
| — — — — — —ν[τ(?)]ὰ ψηφίσ[ματα — — — — — — — —] | |
| — —Ο— — — — — — — —οντ— — — — — — — — — — — — | |
| — — — — — — — — — — — —ΟΝΤΟΥΣ— — — — — — — — — | |
| 10 | Χ— — — — — — — — — — — —Ε— — — — — — — — — — — |
| — — —Ε— — — — — — — — —ΑΣ— —ΕΝ— — — — — — — — | |
| — — — — — — — — — — — — — —Ο— — — — — — — — — | |
| — — —Ο— — — — — — — — — — — — — — — — — — — — |