[ ] Amorgos — Aegiale — 1st c. BC
1              ὁ δῆμος
         Λεοντεῖ Εὐρυδίκου
              ἥρωϊ.
τόνδ’ ἀρετᾷ λάμψαντα Λεοντέα Εὐρυδίκοιο
5   τίμησεν πάτρα γυμνάδος ἐν τεμένι·
ἄρτι γὰρ ἐκ χλαμύδος νεοπενθὴς ᾤχετ’ ἐς Ἅιδα
  ὀκτωκαιδεχετὴς, ματρὶ λιπὼν δάκρυα.
ὃν στεφάνοις τίμησε πόλις καὶ σήματι τῷδε
  μανύουσ’ ἀγαθῶν καὶ προγόνων ἀρετάν.
10 ὦ μοίρας ἄτρυτοι ἀνανκαστῆρες ἄτρακτοι,
  τόν<δ’> ἱερὸν πέμψαιτ’ εἰς δόμον εὐσεβέω[ν].
Search Help
Contact Us