[ ]
Amorgos — Aegiale — 1st c. BC
1 | ὁ δῆμος |
Λεοντεῖ Εὐρυδίκου | |
ἥρωϊ. | |
τόνδ’ ἀρετᾷ λάμψαντα Λεοντέα Εὐρυδίκοιο | |
5 | τίμησεν πάτρα γυμνάδος ἐν τεμένι· |
ἄρτι γὰρ ἐκ χλαμύδος νεοπενθὴς ᾤχετ’ ἐς Ἅιδα | |
ὀκτωκαιδεχετὴς, ματρὶ λιπὼν δάκρυα. | |
ὃν στεφάνοις τίμησε πόλις καὶ σήματι τῷδε | |
μανύουσ’ ἀγαθῶν καὶ προγόνων ἀρετάν. | |
10 | ὦ μοίρας ἄτρυτοι ἀνανκαστῆρες ἄτρακτοι, |
τόν<δ’> ἱερὸν πέμψαιτ’ εἰς δόμον εὐσεβέω[ν]. |