[ ] Amorgos — Minoa — 3rd c. AD — IG XII,7 Corr. Add. p. xi
1 ἡ βουλὴ καὶ ὁ δῆμος ὁ Μει-
νοητῶν Αὐρ. Εὔοδον
Λεοδίκου βουλευτὴν ἐτεί-
μησεν τῇ ἀναστάσει τοῦ
5 ἀνδριάντος κατὰ τὸ γενό-
μενον αὐτῷ ψήφισμα,
ἐπιμελησαμένου τῆς
κατασκευῆς καὶ ἀναστά-
σεως τοῦ ἀνδριάντος
10 Αὐρ. Εὐόδου βʹ τοῦ υἱοῦ
αὐτοῦ, τοῦ τότε βουλάρχου·
μετέσχαν δὲ ἑκάτεροι
καὶ τῆς ἱεροσύνης τοῦ
συνεδρίου τῆς βουλῆς.
15 ψ(ήφισμα) β(ουλῆς) δ(ήμου)
About
Search Help