[ ]
Amorgos — Minoa — 3rd c. BC
| 1 | θεοί. |
| ἀγαθῆι τύχηι. ἐπὶ δημιοργοῦ Παγκρίτου, | |
| μηνὸς Κρονιῶνος, ἔδοξεν τοῖς ἱερουργοῖς | |
| τῆς Ἀθηνᾶς τῆς Ἰτωνίας· ἐπειδὴ Ἐπινομίδης | |
| 5 | Θεογένου ἄρξας τὴν ἀρχὴν τὴν εἰς Ἰτώνια |
| τῆς τε θυσίας καὶ τῆς πομπῆς ὅπως γένητα[ι] | |
| τῆι θεῶι ὡς καλλίστη πᾶσαν σπουδὴν ἐποή- | |
| σατο, καὶ τῶμ πορευομένων εἰς τὴν ἑορτὴν | |
| καλῶς καὶ φιλοτίμως ἐπεμελήθη, τοὺς μὲν | |
| 10 | τόκους τοὺς γινομένους αὐτῶι ἀπὸ τοῦ ὑπάρ- |
| χοντος πελάνου τῆι θεῶι, ἀφ’ ὧμ πρότερον ἡ θυ- | |
| σία συνετελεῖτο, ἐπιδοὺς τῶι κοινῶι τῶν ἱερουρ- | |
| γῶν εἰς κατασκευὴν τοῦ τεμένους, τὸ δὲ ἀνά- | |
| λωμα τὸ γενόμενον εἰς τὴμ βοῦν τὴν θυθεῖσα[ν] | |
| 15 | καὶ τὴν ἄλλην δαπάνην ἅπασαν ἀναλώσ[ας] |
| ἐκ τῶν ἰδίων, καὶ τοὺς πορευομένους εἰς τὴν ἑορτ[ήν], | |
| ὄντας οὐκ ἐλάσσους πεντακοσίων πεντήκοντ[α], | |
| ἀφῆκεν ἀσυμβόλους, προκηρύξας ἐν τῆι ἀγορᾶι | |
| ὡς ὁ νόμος προστάσσει καλῶς καὶ δικαίως, γενο- | |
| 20 | μένου τοῦ ἀναλώματος οὐκ ἐλάσσονος δραχμῶν |
| χιλίων, κρίνων τοῦτο μέγιστον καὶ κάλλιστον | |
| εἶναι, διαφυλάσσειν τήν τε πρὸς τὸν δῆμον εὔνο[ι]- | |
| αν καὶ τὴμ πρὸς τοὺς θεοὺς εὐσέβειαν· ὑπὲρ οὖν | |
| τούτων δεδόχθαι τοῖς ἱερουργοῖς τῆς θεοῦ, ἐπαι- | |
| 25 | νέσαι Ἐπινομίδην Θεογένου ἀρετῆς ἕνεκα καὶ |
| [φ]ιλοτιμίας ἧς ἔχων διατελεῖ περὶ τὸ κοινὸν τῶν | |
| [ἱε]ρουργῶν, καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνω[ι] | |
| [κα]τὰ τὸν νόμον, καὶ ἀνακηρῦξαι τὸν στέφανον | |
| ․․․․․․․․․․ τοὺς πρυτάνεις ἐν τῆι ἑορτῆι καὶ | |
| 30 | [— — — — — — — τόν] τ[ε ἄρ]χ[ον]τα καὶ τοὺς πρ[υ]- |
| [τάνεις — — — — — — — καθ’ ἕκ]αστον ἐνιαυ[τὸν] | |
| — — — — — — — — — — — — — — — — — — — — — — — — |