[ ] Amorgos — Minoa — 207 AD
1 Σαμίων [τῶν Ἀμοργ]ὸν Μεινῴαν κατοικούντων ἔδο-
ξεν ἄρχουσι, βο[υλῇ], δήμῳ· γνώμη στρατηγῶν καὶ δεκαπρώ-
των ἐχόντων δὲ καὶ τὴν πρυτανικὴν ἐξουσίαν· εἰσηγησα-
μένου τὸ ψήφισμα Ἑρμοκράτους Ἀριστίωνος τοῦ πρώ-
5 του ἄρχοντος· ἐπιψηφισαμένου Ἀθηνοκλέους βʹ τοῦ
Ἡγησίππου βουλευτοῦ· ἐγράφη κατὰ τὸν νόμον·
ἐπεὶ ὁ ἀξιολογώτατος Φιλάγαθος Ἰάσονος
ἀνὴρ προηγουμένως μὲν καλός τε κἀγαθὸς καὶ
κοσμῶν τὸ τῆς βουλῆς ἡμῶν ἀξίωμα διάδηλος
10 γενόμενος, ἔν τε ἀγορανομίαις κοσμῶν πο[λ]-
λάκις καὶ στρατηγίαις, στεφανηφορήσας τε
ἐνδόξως καὶ τὰς λοιπὰς πάσας ἀρχάς τε καὶ
λειτουργίας ἐκτελέσας φιλοτείμως, ἀγαγόμε-
[ν]ος πρὸς γάμον ἀπὸ τῆς Θηραίων πόλεως γυν[α]ῖ-
15 [κα] τὴν εὐγενεστάτην καὶ σωφρονεστάτην Κλαυ-
[δία]ν Λεωνίδου καὶ ἐξ αὐτῆς γεν<ν>ήσας ἀνέθρεψεν
[υἱὸν] Φιλάγαθον μεγάλας ἡμεῖν ἐκ παιδὸς ἡλικίας
[εὐθὺς] ἐλπίδας ὑποφαίνοντα διά τε τῆς κοσμιό-
[τητος κα]ὶ τῆς τοῦ ἤθους πρᾳότητος, οὗ καὶ αὐ-
20 [τοῦ ἐξ ὀ]νόματος ἠγορανόμη[σε]ν φιλοτείμως
[ὁ π]ατὴρ προαιρούμενος καὶ ἐν τούτῳ τὴν πόλιν
εὐεργετεῖν, συνέβη δὴ τὸν παῖδα, πρὶν ἢ τῇ τῶν ἀνδ[ρῶν]
ἡλικίᾳ προσελθεῖν, [το]ῖς τῆς ἀπαραιτήτου πεπ[ρω]-
μένης ἀνανκαίοις [νόμ]οις ὑπαχθέντα ἐξ ἀνθρώ-
25 πων ἀπελθεῖν· [δ]εδόχθαι διὰ τοῦδε τοῦ ψηφίσ-
ματος εἴς τε παραί[ν]εσιν τοῦ ἀξιολογωτάτου πα-
τρὸς αὐτοῦ Φιλαγάθου καὶ εἰς ἀμοιβὴν τῆς εὐποιίας
ἀναστῆσαι τὴν βουλὴν τοῦ ἥρωος ἐν ἐπισή[μῳ] τόπῳ
χαλκοῦν ἀνδριάντα ὁλοσώματον ὑπόμνημα
30 καὶ τοῖς μεταγενεστέροις ἐσόμενον ἀρετῆς τε καὶ
καλοκαγαθίας τῆς περὶ τὸν δῆμον. περὶ τοῦ
αὐτοῦ ἐγράφη ψηφίσματα τρία, ἐξ ὧν τὰ δύο ἐπ[ε]-
δόθη ἄρχοντι, ἵνα ἀποθῆται εἰς τὸ ἀρχεῖον.
ἐδογματίσθη ἀγομένης βουλῆς τῆς πρ(ὸ) γʹ εἰδῶν
35 Ἀπρειλίων, Σεπτιμίῳ Ἄπρῳ καὶ Ἀννίῳ Μαξίμῳ
ὑπάτοις· ἐπὶ στεφανηφόρου Ἀττικοῦ βʹ
τοῦ Προτείμου· Ἑρμοκράτης Ἀριστίωνος
ὁ πρῶτος ἄρχων τῆς Ἀμοργίων Μεινωητῶν πό-
λεως εἰσηγησάμην καὶ ἀπεδεξάμην·
40 Ἀθηνοκλῆς βʹ τοῦ Ἡγησίππου βουλευτὴς ἐπε-
ψηφισάμη[ν].
       ψ(ηφίσματι) β(ουλῆς) δ(ήμου).
Search Help
Contact Us