[ ]
Amorgos — Minoa — 207 AD
| 1 | Σαμίων [τῶν Ἀμοργ]ὸν Μεινῴαν κατοικούντων ἔδο- |
| ξεν ἄρχουσι, βο[υλῇ], δήμῳ· γνώμη στρατηγῶν καὶ δεκαπρώ- | |
| των ἐχόντων δὲ καὶ τὴν πρυτανικὴν ἐξουσίαν· εἰσηγησα- | |
| μένου τὸ ψήφισμα Ἑρμοκράτους Ἀριστίωνος τοῦ πρώ- | |
| 5 | του ἄρχοντος· ἐπιψηφισαμένου Ἀθηνοκλέους βʹ τοῦ |
| Ἡγησίππου βουλευτοῦ· ἐγράφη κατὰ τὸν νόμον· | |
| ἐπεὶ ὁ ἀξιολογώτατος Φιλάγαθος Ἰάσονος | |
| ἀνὴρ προηγουμένως μὲν καλός τε κἀγαθὸς καὶ | |
| κοσμῶν τὸ τῆς βουλῆς ἡμῶν ἀξίωμα διάδηλος | |
| 10 | γενόμενος, ἔν τε ἀγορανομίαις κοσμῶν πο[λ]- |
| λάκις καὶ στρατηγίαις, στεφανηφορήσας τε | |
| ἐνδόξως καὶ τὰς λοιπὰς πάσας ἀρχάς τε καὶ | |
| λειτουργίας ἐκτελέσας φιλοτείμως, ἀγαγόμε- | |
| [ν]ος πρὸς γάμον ἀπὸ τῆς Θηραίων πόλεως γυν[α]ῖ- | |
| 15 | [κα] τὴν εὐγενεστάτην καὶ σωφρονεστάτην Κλαυ- |
| [δία]ν Λεωνίδου καὶ ἐξ αὐτῆς γεν<ν>ήσας ἀνέθρεψεν | |
| [υἱὸν] Φιλάγαθον μεγάλας ἡμεῖν ἐκ παιδὸς ἡλικίας | |
| [εὐθὺς] ἐλπίδας ὑποφαίνοντα διά τε τῆς κοσμιό- | |
| [τητος κα]ὶ τῆς τοῦ ἤθους πρᾳότητος, οὗ καὶ αὐ- | |
| 20 | [τοῦ ἐξ ὀ]νόματος ἠγορανόμη[σε]ν φιλοτείμως |
| [ὁ π]ατὴρ προαιρούμενος καὶ ἐν τούτῳ τὴν πόλιν | |
| εὐεργετεῖν, συνέβη δὴ τὸν παῖδα, πρὶν ἢ τῇ τῶν ἀνδ[ρῶν] | |
| ἡλικίᾳ προσελθεῖν, [το]ῖς τῆς ἀπαραιτήτου πεπ[ρω]- | |
| μένης ἀνανκαίοις [νόμ]οις ὑπαχθέντα ἐξ ἀνθρώ- | |
| 25 | πων ἀπελθεῖν· [δ]εδόχθαι διὰ τοῦδε τοῦ ψηφίσ- |
| ματος εἴς τε παραί[ν]εσιν τοῦ ἀξιολογωτάτου πα- | |
| τρὸς αὐτοῦ Φιλαγάθου καὶ εἰς ἀμοιβὴν τῆς εὐποιίας | |
| ἀναστῆσαι τὴν βουλὴν τοῦ ἥρωος ἐν ἐπισή[μῳ] τόπῳ | |
| χαλκοῦν ἀνδριάντα ὁλοσώματον ὑπόμνημα | |
| 30 | καὶ τοῖς μεταγενεστέροις ἐσόμενον ἀρετῆς τε καὶ |
| καλοκαγαθίας τῆς περὶ τὸν δῆμον. περὶ τοῦ | |
| αὐτοῦ ἐγράφη ψηφίσματα τρία, ἐξ ὧν τὰ δύο ἐπ[ε]- | |
| δόθη ἄρχοντι, ἵνα ἀποθῆται εἰς τὸ ἀρχεῖον. | |
| ἐδογματίσθη ἀγομένης βουλῆς τῆς πρ(ὸ) γʹ εἰδῶν | |
| 35 | Ἀπρειλίων, Σεπτιμίῳ Ἄπρῳ καὶ Ἀννίῳ Μαξίμῳ |
| ὑπάτοις· ἐπὶ στεφανηφόρου Ἀττικοῦ βʹ | |
| τοῦ Προτείμου· Ἑρμοκράτης Ἀριστίωνος | |
| ὁ πρῶτος ἄρχων τῆς Ἀμοργίων Μεινωητῶν πό- | |
| λεως εἰσηγησάμην καὶ ἀπεδεξάμην· | |
| 40 | Ἀθηνοκλῆς βʹ τοῦ Ἡγησίππου βουλευτὴς ἐπε- |
| ψηφισάμη[ν]. | |
| ψ(ηφίσματι) β(ουλῆς) δ(ήμου). |