[ ]
Amorgos — Minoa — 207 AD
1 | Σαμίων [τῶν Ἀμοργ]ὸν Μεινῴαν κατοικούντων ἔδο- |
ξεν ἄρχουσι, βο[υλῇ], δήμῳ· γνώμη στρατηγῶν καὶ δεκαπρώ- | |
των ἐχόντων δὲ καὶ τὴν πρυτανικὴν ἐξουσίαν· εἰσηγησα- | |
μένου τὸ ψήφισμα Ἑρμοκράτους Ἀριστίωνος τοῦ πρώ- | |
5 | του ἄρχοντος· ἐπιψηφισαμένου Ἀθηνοκλέους βʹ τοῦ |
Ἡγησίππου βουλευτοῦ· ἐγράφη κατὰ τὸν νόμον· | |
ἐπεὶ ὁ ἀξιολογώτατος Φιλάγαθος Ἰάσονος | |
ἀνὴρ προηγουμένως μὲν καλός τε κἀγαθὸς καὶ | |
κοσμῶν τὸ τῆς βουλῆς ἡμῶν ἀξίωμα διάδηλος | |
10 | γενόμενος, ἔν τε ἀγορανομίαις κοσμῶν πο[λ]- |
λάκις καὶ στρατηγίαις, στεφανηφορήσας τε | |
ἐνδόξως καὶ τὰς λοιπὰς πάσας ἀρχάς τε καὶ | |
λειτουργίας ἐκτελέσας φιλοτείμως, ἀγαγόμε- | |
[ν]ος πρὸς γάμον ἀπὸ τῆς Θηραίων πόλεως γυν[α]ῖ- | |
15 | [κα] τὴν εὐγενεστάτην καὶ σωφρονεστάτην Κλαυ- |
[δία]ν Λεωνίδου καὶ ἐξ αὐτῆς γεν<ν>ήσας ἀνέθρεψεν | |
[υἱὸν] Φιλάγαθον μεγάλας ἡμεῖν ἐκ παιδὸς ἡλικίας | |
[εὐθὺς] ἐλπίδας ὑποφαίνοντα διά τε τῆς κοσμιό- | |
[τητος κα]ὶ τῆς τοῦ ἤθους πρᾳότητος, οὗ καὶ αὐ- | |
20 | [τοῦ ἐξ ὀ]νόματος ἠγορανόμη[σε]ν φιλοτείμως |
[ὁ π]ατὴρ προαιρούμενος καὶ ἐν τούτῳ τὴν πόλιν | |
εὐεργετεῖν, συνέβη δὴ τὸν παῖδα, πρὶν ἢ τῇ τῶν ἀνδ[ρῶν] | |
ἡλικίᾳ προσελθεῖν, [το]ῖς τῆς ἀπαραιτήτου πεπ[ρω]- | |
μένης ἀνανκαίοις [νόμ]οις ὑπαχθέντα ἐξ ἀνθρώ- | |
25 | πων ἀπελθεῖν· [δ]εδόχθαι διὰ τοῦδε τοῦ ψηφίσ- |
ματος εἴς τε παραί[ν]εσιν τοῦ ἀξιολογωτάτου πα- | |
τρὸς αὐτοῦ Φιλαγάθου καὶ εἰς ἀμοιβὴν τῆς εὐποιίας | |
ἀναστῆσαι τὴν βουλὴν τοῦ ἥρωος ἐν ἐπισή[μῳ] τόπῳ | |
χαλκοῦν ἀνδριάντα ὁλοσώματον ὑπόμνημα | |
30 | καὶ τοῖς μεταγενεστέροις ἐσόμενον ἀρετῆς τε καὶ |
καλοκαγαθίας τῆς περὶ τὸν δῆμον. περὶ τοῦ | |
αὐτοῦ ἐγράφη ψηφίσματα τρία, ἐξ ὧν τὰ δύο ἐπ[ε]- | |
δόθη ἄρχοντι, ἵνα ἀποθῆται εἰς τὸ ἀρχεῖον. | |
ἐδογματίσθη ἀγομένης βουλῆς τῆς πρ(ὸ) γʹ εἰδῶν | |
35 | Ἀπρειλίων, Σεπτιμίῳ Ἄπρῳ καὶ Ἀννίῳ Μαξίμῳ |
ὑπάτοις· ἐπὶ στεφανηφόρου Ἀττικοῦ βʹ | |
τοῦ Προτείμου· Ἑρμοκράτης Ἀριστίωνος | |
ὁ πρῶτος ἄρχων τῆς Ἀμοργίων Μεινωητῶν πό- | |
λεως εἰσηγησάμην καὶ ἀπεδεξάμην· | |
40 | Ἀθηνοκλῆς βʹ τοῦ Ἡγησίππου βουλευτὴς ἐπε- |
ψηφισάμη[ν]. | |
ψ(ηφίσματι) β(ουλῆς) δ(ήμου). |