[ ]
Amorgos — Minoa
1 | Σαμίων τῶν Ἀμοργὸν |
Μεινῴαν κατοικούντων | |
ἔδοξε τῇ βουλῇ καὶ τῷ δή- | |
μῳ· γνώμη στρατηγῶν | |
5 | ἐχόντων δὲ καὶ τὴν πρυτα- |
νικὴν ἐξουσίαν· ἰσηγησα- | |
μένου τὸ ψήφισμα Ἀθη- | |
ναίου Καλοτύχου· ἐπιψηφ[ι]- | |
σαμένου Ἀντιόχου τοῦ Ἐπι- | |
10 | γόνου· ἐπεὶ Βρυτὼ Ἀγαθό- |
ποδος τοῦ Ἀγαθόποδος θυγά- | |
τηρ ἀνδρὸς δεκαπρώτου καὶ | |
ἀρχικοῦ, γυνὴ δὲ φιλαγάθου | |
Ἰάσονος ἀνδρὸς ἀξιολόγο[υ] | |
15 | καὶ πάσας ἀρχὰς τὰς ἐπ’ αὐτὸν |
ἡκούσας τῇ πατρίδι ἡμῶν π[ε]- | |
φιλοτειμημένου, ἀδελφὴ δὲ τῶ[ν] | |
κρατίστων Ἐπινομίδου καὶ [— —]- | |
οδώρου τῶν Ἀγαθόποδος, αἰφνί[δι]- | |
20 | ον ἐξελήλυθε τοῦ βίου ἐν τῷ |
ἀκμαιοτάτῳ κάλλους καὶ ἡλικί- | |
ας καθεστῶσα, πένθος δυσπαρη- | |
γόρητον τοῖς προδηλουμένοις | |
προσώποις καταλιποῦσα καὶ τῇ | |
25 | σεμνοτάτῃ καὶ προσφιλεστάτῃ |
αὑτῆς μητρὶ Φιλοξένᾳ Ἐπινομί- | |
δου, πολλῶν οὖν ἐλπίδων ἀγα- | |
θῶν καὶ τῆς πατρίδος ἡμῶν αὐ- | |
τῆς ἀφειρημένης ἀνανκαίως· δε- | |
30 | δόχθαι διὰ τοῦδε τοῦ ψηφίσματος, |
πανδημὶ τὴν πόλιν παρεῖναι ἐπ[ὶ] | |
τὴν παραπονπὴν καὶ κηδείαν τοῦ | |
σώματος, δεδόχθαι δὲ κεκυρῶσθαι | |
κατὰ πᾶν ἔτος ἐν τοῖς χορικοῖς ἀγῶσι | |
35 | ἀναγορεύεσθαι αὐτήν, <ὅτι> στεφανοῖ ὁ δῆ- |
μος ὁ Μει<ν>ωητῶν Βρυτὼ Ἀγαθόπο[δος] | |
ἡρωῒν χρυσῷ στεφάνῳ, παραμυθή- | |
σασθαί τε τοὺς προδηλουμένους γ[ο]- | |
νεῖς αὐτῆς καὶ τὸν ἄνδρα Φι<λ>άγαθο[ν] | |
40 | καὶ τοὺς γνεισίους ἀδελφοὺς αὐτῆς καὶ |
τοὺς λοιποὺς γένει προσήκοντας, με- | |
τρίως φέρειν τὸ συνβεβηκός, εἰδότας, ὅτι | |
πᾶσιν ἡ αὐτὴ τοῦ βίου κεκύρωται τε- | |
λευτή. |