[ ]
Amorgos — Minoa
| 1 | Σαμίων τῶν Ἀμοργὸν |
| Μεινῴαν κατοικούντων | |
| ἔδοξε τῇ βουλῇ καὶ τῷ δή- | |
| μῳ· γνώμη στρατηγῶν | |
| 5 | ἐχόντων δὲ καὶ τὴν πρυτα- |
| νικὴν ἐξουσίαν· ἰσηγησα- | |
| μένου τὸ ψήφισμα Ἀθη- | |
| ναίου Καλοτύχου· ἐπιψηφ[ι]- | |
| σαμένου Ἀντιόχου τοῦ Ἐπι- | |
| 10 | γόνου· ἐπεὶ Βρυτὼ Ἀγαθό- |
| ποδος τοῦ Ἀγαθόποδος θυγά- | |
| τηρ ἀνδρὸς δεκαπρώτου καὶ | |
| ἀρχικοῦ, γυνὴ δὲ φιλαγάθου | |
| Ἰάσονος ἀνδρὸς ἀξιολόγο[υ] | |
| 15 | καὶ πάσας ἀρχὰς τὰς ἐπ’ αὐτὸν |
| ἡκούσας τῇ πατρίδι ἡμῶν π[ε]- | |
| φιλοτειμημένου, ἀδελφὴ δὲ τῶ[ν] | |
| κρατίστων Ἐπινομίδου καὶ [— —]- | |
| οδώρου τῶν Ἀγαθόποδος, αἰφνί[δι]- | |
| 20 | ον ἐξελήλυθε τοῦ βίου ἐν τῷ |
| ἀκμαιοτάτῳ κάλλους καὶ ἡλικί- | |
| ας καθεστῶσα, πένθος δυσπαρη- | |
| γόρητον τοῖς προδηλουμένοις | |
| προσώποις καταλιποῦσα καὶ τῇ | |
| 25 | σεμνοτάτῃ καὶ προσφιλεστάτῃ |
| αὑτῆς μητρὶ Φιλοξένᾳ Ἐπινομί- | |
| δου, πολλῶν οὖν ἐλπίδων ἀγα- | |
| θῶν καὶ τῆς πατρίδος ἡμῶν αὐ- | |
| τῆς ἀφειρημένης ἀνανκαίως· δε- | |
| 30 | δόχθαι διὰ τοῦδε τοῦ ψηφίσματος, |
| πανδημὶ τὴν πόλιν παρεῖναι ἐπ[ὶ] | |
| τὴν παραπονπὴν καὶ κηδείαν τοῦ | |
| σώματος, δεδόχθαι δὲ κεκυρῶσθαι | |
| κατὰ πᾶν ἔτος ἐν τοῖς χορικοῖς ἀγῶσι | |
| 35 | ἀναγορεύεσθαι αὐτήν, <ὅτι> στεφανοῖ ὁ δῆ- |
| μος ὁ Μει<ν>ωητῶν Βρυτὼ Ἀγαθόπο[δος] | |
| ἡρωῒν χρυσῷ στεφάνῳ, παραμυθή- | |
| σασθαί τε τοὺς προδηλουμένους γ[ο]- | |
| νεῖς αὐτῆς καὶ τὸν ἄνδρα Φι<λ>άγαθο[ν] | |
| 40 | καὶ τοὺς γνεισίους ἀδελφοὺς αὐτῆς καὶ |
| τοὺς λοιποὺς γένει προσήκοντας, με- | |
| τρίως φέρειν τὸ συνβεβηκός, εἰδότας, ὅτι | |
| πᾶσιν ἡ αὐτὴ τοῦ βίου κεκύρωται τε- | |
| λευτή. |