[ ]
Amorgos — Minoa — 2nd c. BC
| II | — — — — — — — — — — — — — — — — — — — — — — |
| 1 | ῳ· εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέ- |
| την τοῦ δήμου· ὑπάρχειν δὲ αὐτῶι τε καὶ | |
| ἐκγόνοις πολιτήαν τε καὶ ἔγκτησιν· εἶναι | |
| δὲ αὐτῶι καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
| 5 | καὶ τὸν δῆμον, ὅτῳ ἂν δέηται, πρώτ[ω]ι μετὰ |
| τὰ ἱερά· οἱ δὲ χορηγοὶ [κ]αθ’ ἕκαστον [ἐν]ιαυτόν, | |
| ὅταν οἱ χοροὶ τῶν παίδων ἄγωνται ἐν τῶι | |
| θεάτρῳ, ἀναγορευέτωσαν διὰ τοῦ ἱεροκή- | |
| ρυκος ὅτι ὁ δῆμος ὁ Ἀμουργίων τῶν κατοι- | |
| 10 | κούντων Μινώιαν ἐπαινεῖ καὶ στεφανοῖ |
| Νικόλαον Ἀριστάρχου Ῥόδιον, πρόξενον | |
| καὶ εὐεργέτην ὑπάρχοντα τοῦ δήμου, χρυ- | |
| σῶι στεφάνωι τῶι ἱερῶι ἐκ τοῦ νόμου, ἀρετῆς | |
| [ἕ]νεκεν καὶ εὐνοίας καὶ εὐεργεσίας τῆς εἰς | |
| 15 | [τὸ]ν δῆμον τὸν Ἀμουργίων τῶν ἐν Μινώιᾳ· |
| III.16 | ἀναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα εἰς τε |
| τὸ ἱερὸν τοῦ Διονύσου καὶ εἰς τὸ βουλευ- | |
| τήριον ἐν τοῖς ἐπιφανεστάτοις τόποις· ὅ- | |
| πως δὲ καὶ Ῥόδιοι ἐπιγνῶσιν τὰ ἐψηφισμένα | |
| 20 | τίμια τῶι πολίτηι αὐτῶν Νικολάῳ, ὁ γραμ- |
| ματεὺς τῆς βουλῆς διαπεμψάσθω εἰς Ῥόδον | |
| ἀντίγραφον τοῦδε τοῦ ψηφίσματος σφραγι- | |
| σάμενος τῆι δημοσίᾳ σφραγῖδι, ὡς ἂν τάχισ- | |
| τα δυνατὸν γένηται· τῆς δὲ ἀναγραφῆς | |
| 25 | προνοηθήτω ὁ γραμματεὺς τῆς βουλῆς |
| Κριτόβουλος· τὸ δὲ γενόμενον τέλεσμα δό- | |
| τωσαν οἱ ταμίαι· διαχειροτονήσαντι τῶι | |
| δήμωι ἔδοξεν ἀναγράφειν, καὶ εἰ δεῖ ἀποστέλ- | |
| λειν εἰς Ῥόδον, ἔδοξεν ἀποστέλλειν. |