[ ] Amorgos — Minoa — 250-200 BC
1 ․․․․η․․․ν εἶπεν· [ἐπ]ειδὴ [Σωσ]ίστρα[τος ․․․․․․․․․․․․․․․(?) διατρίβων παρὰ τὸν βασιλέα]
Ἀντίγονον, εὔνους καὶ φίλος ἐστὶν τῶι δήμωι τῶι Μ[ινωητῶν, καὶ χρείας παρέ]-
χεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχ[άνουσιν αὐτῶι τῶν πολιτῶν]·
δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι Σωσίστρατον [․․․․․․․․․․․․․․․ ἀρετῆς ἕνεκα]
5 καὶ εὐνοίας τῆς περὶ τὴν πόλιν, εἶναι δὲ αὐτὸν καὶ π[ρόξενον καὶ εὐεργέτην τοῦ δήμου]
τοῦ Μινωητῶν καὶ αὐτὸν καὶ ἐκγόνους, δεδόσθαι δὲ α[ὐτοῖς καὶ ἔνκτησιν]
γῆς καὶ οἰκίας καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπον[δεὶ καὶ ἐν πολέμωι καὶ]
ἐν εἰρήνηι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἐάν τ[ου δέωνται, πρώτοις μετὰ]
τὰ ἱερά· ἀναγράψαι δὲ αὐτοῦ τὴν προξενίαν εἰς τὸ ἱερ[ὸν τοῦ Ἀπόλλωνος]
10 τοῦ Δηλίου· τῆς δὲ ἀναγραφῆς ἐπιμεληθῆναι τοὺς ν[εωποίας τοὺς περὶ]
Χαρῖνον.
Search Help
Contact Us