[ ]
Amorgos — Arkesine — 2nd c. BC
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἐπί- |
γονος Ἐπιγόνου εἶπεν· Νικίων Φιλοκρά- | |
του ἐπεστάτει· ἐπειδὴ ἀναγγέλλου- | |
σιν οἱ παραγινόμενοι τῶν πολιτῶν | |
5 | εὔνουν εἶναι Τίμεσσαν τῶν ἡμετέ- |
ρων πολιτίδων τεῖ πόλει τεῖ ἡμε- | |
[τ]έραι, καὶ ποεῖν ἀγαθὸν ὅτι ἂν δύ- | |
[νητ]αι τοὺς ἐντυνχάνοντας αὐ- | |
[τεῖ τῶν] πολιτῶν, καὶ κατὰ κοινὸν | |
10 | [εὐεργετεῖν] τὴν πόλιν ἐφ’ ὅσον ἐσ- |
[τ]ὶν δυ[νατή· ἐπιγενομέ]νου δὲ συνπτώ- | |
[μ]ατος περὶ τὴν π[όλιν ἡμῶν τ]ὴν πᾶ- | |
[σα]ν σπουδὴν ἐποήσατο εἰς τ[ὸ ἀνα]- | |
[σ]ωθῆναι τοὺς πολίτας πάντας [τοὺς] | |
15 | [ἀχθ]έντας, ἐφ’ ὅσον ἐστὶν δυνατή· |
πε[ρὶ] δὴ τούτων δεδόχθαι τ[ε]ῖ βου- | |
λεῖ καὶ τῶι δήμωι, ἐπαινέσαι Τ[ί]- | |
μεσσαν καὶ στεφανῶσαι θα[λ]- | |
λο[ῦ σ]τεφάνῳ ἐπὶ τῇ αἱρέσει εἷ [ἔ]- | |
20 | χει πρὸς τὸν δῆμον τὸν ἡμέτερ[ον], |
[ε]ἶναι δὲ αὐτεῖ καὶ προεδρίαν ἐν τ[εῖ] | |
συνόδωι τῶν Ἰτωνίων καὶ ἐν τ[αῖς] | |
[ἄ]λλαις συνόδοις πάσαις τ[αῖς πο]- | |
[λ]ιτικαῖς· ἀνακηρύσσειν δὲ α[ὐτῆς] | |
25 | [τὸν σ]τέφανον ἐν τεῖ συν[όδωι τῶν] |
[Ἰτωνιων] ἅμα τοῖς ἄλλο[ις στεφάνοις —] | |
․․․․․․․․․․․․․μετ— — — |