[ ]
Amorgos — Arkesine — 2nd c. BC
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἐπί- |
| γονος Ἐπιγόνου εἶπεν· Νικίων Φιλοκρά- | |
| του ἐπεστάτει· ἐπειδὴ ἀναγγέλλου- | |
| σιν οἱ παραγινόμενοι τῶν πολιτῶν | |
| 5 | εὔνουν εἶναι Τίμεσσαν τῶν ἡμετέ- |
| ρων πολιτίδων τεῖ πόλει τεῖ ἡμε- | |
| [τ]έραι, καὶ ποεῖν ἀγαθὸν ὅτι ἂν δύ- | |
| [νητ]αι τοὺς ἐντυνχάνοντας αὐ- | |
| [τεῖ τῶν] πολιτῶν, καὶ κατὰ κοινὸν | |
| 10 | [εὐεργετεῖν] τὴν πόλιν ἐφ’ ὅσον ἐσ- |
| [τ]ὶν δυ[νατή· ἐπιγενομέ]νου δὲ συνπτώ- | |
| [μ]ατος περὶ τὴν π[όλιν ἡμῶν τ]ὴν πᾶ- | |
| [σα]ν σπουδὴν ἐποήσατο εἰς τ[ὸ ἀνα]- | |
| [σ]ωθῆναι τοὺς πολίτας πάντας [τοὺς] | |
| 15 | [ἀχθ]έντας, ἐφ’ ὅσον ἐστὶν δυνατή· |
| πε[ρὶ] δὴ τούτων δεδόχθαι τ[ε]ῖ βου- | |
| λεῖ καὶ τῶι δήμωι, ἐπαινέσαι Τ[ί]- | |
| μεσσαν καὶ στεφανῶσαι θα[λ]- | |
| λο[ῦ σ]τεφάνῳ ἐπὶ τῇ αἱρέσει εἷ [ἔ]- | |
| 20 | χει πρὸς τὸν δῆμον τὸν ἡμέτερ[ον], |
| [ε]ἶναι δὲ αὐτεῖ καὶ προεδρίαν ἐν τ[εῖ] | |
| συνόδωι τῶν Ἰτωνίων καὶ ἐν τ[αῖς] | |
| [ἄ]λλαις συνόδοις πάσαις τ[αῖς πο]- | |
| [λ]ιτικαῖς· ἀνακηρύσσειν δὲ α[ὐτῆς] | |
| 25 | [τὸν σ]τέφανον ἐν τεῖ συν[όδωι τῶν] |
| [Ἰτωνιων] ἅμα τοῖς ἄλλο[ις στεφάνοις —] | |
| ․․․․․․․․․․․․․μετ— — — |