[ ]
Amorgos — Arkesine — end 4th/beg. 3rd c. BC
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μνησα- | |
γόρας εἶπεν· Ἀφθ[ό]νητος ἐπεστάτει· ἐπειδὴ | |
Ἀγαθόστρατος καὶ φιλίων καὶ Ἡγήμων Ἐλπινίκου | |
5 | Ῥόδιοι εὖνοι ὄντες διατελοῦσιν τῶι δήμωι τῶι Ἀρ- |
κεσινέων καὶ ποιοῦντες ἀγαθὸν ὅτι ἂν δύνωνται καὶ | |
περὶ τοὺς ἀφικνουμένους εἰς Ῥόδον Ἀρκεσινέωμ φι- | |
λότιμοί εἰσιν· δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι | |
μὲν αὐτοὺς ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣς ἔχουσι | |
10 | πρὸς τὸν δῆμον, εἶναι δὲ αὐτοὺς προξένους |
καὶ εὐεργέτας τῆς πόλεως τῆς Ἀρκεσινέων καὶ αὐ- | |
τοὺς καὶ ἐκγόνους, καὶ εἴσπλουγ καὶ ἔκπλουν αὐτοῖς | |
εἶναι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρή- | |
νηι καὶ πρόσοδον πρός τε τὴμ βουλὴν καὶ τὸν δῆμον, | |
15 | ἐάν του δέωνται, πρώτοις μετὰ τὰ ἱερά· ἀναγράψαι |
δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνηγ καὶ στῆσαι | |
εἰς τὸ ἱερόν· τῆς δὲ ἀναγραφῆς ἐπιμεληθῆναι | |
Ἀλέξανδρον Μελίτ[ω]νος. |