[ ]
Amorgos — Arkesine — end 4th/beg. 3rd c. BC
| 1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μνησα- | |
| γόρας εἶπεν· Ἀφθ[ό]νητος ἐπεστάτει· ἐπειδὴ | |
| Ἀγαθόστρατος καὶ φιλίων καὶ Ἡγήμων Ἐλπινίκου | |
| 5 | Ῥόδιοι εὖνοι ὄντες διατελοῦσιν τῶι δήμωι τῶι Ἀρ- |
| κεσινέων καὶ ποιοῦντες ἀγαθὸν ὅτι ἂν δύνωνται καὶ | |
| περὶ τοὺς ἀφικνουμένους εἰς Ῥόδον Ἀρκεσινέωμ φι- | |
| λότιμοί εἰσιν· δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι | |
| μὲν αὐτοὺς ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣς ἔχουσι | |
| 10 | πρὸς τὸν δῆμον, εἶναι δὲ αὐτοὺς προξένους |
| καὶ εὐεργέτας τῆς πόλεως τῆς Ἀρκεσινέων καὶ αὐ- | |
| τοὺς καὶ ἐκγόνους, καὶ εἴσπλουγ καὶ ἔκπλουν αὐτοῖς | |
| εἶναι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρή- | |
| νηι καὶ πρόσοδον πρός τε τὴμ βουλὴν καὶ τὸν δῆμον, | |
| 15 | ἐάν του δέωνται, πρώτοις μετὰ τὰ ἱερά· ἀναγράψαι |
| δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνηγ καὶ στῆσαι | |
| εἰς τὸ ἱερόν· τῆς δὲ ἀναγραφῆς ἐπιμεληθῆναι | |
| Ἀλέξανδρον Μελίτ[ω]νος. |