[ ] Amorgos — Arkesine — 4th c. BC?
7                 θεοί.
ἔδοξεν τῆι βο[υλ]ῆι καὶ τῶι δήμωι·  Ἀγήνω[ρ]
εἶπε· Μελίτων ἐπ[εσ]τάτει·  μὴ ἐξεῖναι κατά-
10 [γ]εσθαι εἰς τὸ Ἡραῖ[ον] ξένωι μηδενί, ἐπιμελε[ῖ]-
[σ]θαι δὲ τὸν νεωκό[ρο]ν καὶ ἐξείργειν· ἐὰν δὲ
μὴ ἐξείργηι, ἀποτ[ίνει]ν αὐτὸν τῆς ἡμέρας
ἑκάστης δέκα δρα[χμ]ὰς ἱερὰς τῆι Ἥραι·  ἀνα-
γράψαι δὲ τόδε τὸ [ψή]φισμα πρὸ τῶν θυ[ρ]-
15 [ῶ]ν, ἐπιμεληθῆ[ναι] δὲ τοὺς νεωποίας.
Search Help
Contact Us