[ ]
Amorgos — Arkesine — 4th c. BC?
7 | θεοί. |
ἔδοξεν τῆι βο[υλ]ῆι καὶ τῶι δήμωι· Ἀγήνω[ρ] | |
εἶπε· Μελίτων ἐπ[εσ]τάτει· μὴ ἐξεῖναι κατά- | |
10 | [γ]εσθαι εἰς τὸ Ἡραῖ[ον] ξένωι μηδενί, ἐπιμελε[ῖ]- |
[σ]θαι δὲ τὸν νεωκό[ρο]ν καὶ ἐξείργειν· ἐὰν δὲ | |
μὴ ἐξείργηι, ἀποτ[ίνει]ν αὐτὸν τῆς ἡμέρας | |
ἑκάστης δέκα δρα[χμ]ὰς ἱερὰς τῆι Ἥραι· ἀνα- | |
γράψαι δὲ τόδε τὸ [ψή]φισμα πρὸ τῶν θυ[ρ]- | |
15 | [ῶ]ν, ἐπιμεληθῆ[ναι] δὲ τοὺς νεωποίας. |