[ ]
Andros — 2nd c. BC
1 | [— — — — — — — — — — — — — — — — — — — — — — — — ἀναγράψαι] |
[δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τῶι ἐ]- | |
[πιφαν]εστάτῳ τόπωι· {²vac.}² [καὶ ἀν]α̣γορεύειν τοὺς στε[φ]άνο[υς] | |
[Διο]ν̣υσίων ἧι τραγωιδοί· {²vac.}² τῆς δὲ ἀναγορεύσεως αὐτῶν | |
5 | [ἐπ]ιμελείσθωσαν οἱ κατ’ ἐνιαυτὸν ἄρχοντες γενόμενοι· |
τῆς δὲ ἀναθέσεως τῆς στήλης ἐπιμεληθήτωσαν οἱ ἱε- | |
ροποιοί· {²vac.}² ὅπως δὲ καὶ Ἄνδριοι ἐπιγνῶσιν τὰ ἐψηφισμένα, | |
προνοηθῆναι τοὺς στρατηγοὺς καὶ γράψαι πρὸς τὴν(!) πόλιν | |
τὴν Ἀνδρίων περὶ τούτων καὶ ἐξαποστεῖλαι σφραγισαμέ- | |
10 | νους τεῖ(!) δημοσίαι σφραγῖδι· {²vac.}² ὅπως δὲ ἀναγορεύωνται ο[ἱ] |
στέφανοι καὶ παρ’ Ἀνδρίοις καθ’ ἔτος ἐν τοῖς ἀγῶσιν οἷς ἂ[ν] | |
ἡ πόλις συντελῇ, {²vac.}² ἐπιμέλειαν ποιουμένων τῶν καθιστα- | |
μένων στρατηγῶν, {²vac.}². ὅτι ὁ δῆμος ὁ Πεπαρηθίων στεφανο[ῖ] | |
τόν τε δῆμον τὸν Ἀνδρίων {²vac.}² καὶ τοὺς ἐξαποσταλέντας δ[ι]- | |
15 | καστάς, {²vac.}² Πρωτέαν Διοπείθου, {²vac.}² Δημάνθην Δωροκλέους, |
Χείρωνα Χαιρίνου {²vac.}² χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι κα̣[ὶ] | |
τὸν γραμματέα {²vac.}² Δημήτριον Διονυσίου θαλλοῦ στεφάν[ωι] | |
καὶ εἰκόνι γραπτῆι {²vac.}² ἀρετῆς ἕνεκεν καὶ δικαιοσύνης τῆ[ς] | |
εἰς ἑαυτὸν καὶ ἵνα ἀναγραφῆι τὸ ψήφισμα καὶ παρ’ Ἀνδρίοις ε[ἰς] | |
20 | [σ]τήλην λιθίνην καὶ σταθῆι οὗ ἂν ἐπίκαιρον αὐτοῖς εἶναι δοκῆι. |
{²quinque coronae intra quadrata incusa}² |