[ ] Andros — 2nd c. BC
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — ἀναγράψαι]
[δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τῶι ἐ]-
[πιφαν]εστάτῳ τόπωι· {²vac.}² [καὶ ἀν]α̣γορεύειν τοὺς στε[φ]άνο[υς]
[Διο]ν̣υσίων ἧι τραγωιδοί· {²vac.}² τῆς δὲ ἀναγορεύσεως αὐτῶν
5 [ἐπ]ιμελείσθωσαν οἱ κατ’ ἐνιαυτὸν ἄρχοντες γενόμενοι·
τῆς δὲ ἀναθέσεως τῆς στήλης ἐπιμεληθήτωσαν οἱ ἱε-
ροποιοί· {²vac.}² ὅπως δὲ καὶ Ἄνδριοι ἐπιγνῶσιν τὰ ἐψηφισμένα,
προνοηθῆναι τοὺς στρατηγοὺς καὶ γράψαι πρὸς τὴν(!) πόλιν
τὴν Ἀνδρίων περὶ τούτων καὶ ἐξαποστεῖλαι σφραγισαμέ-
10 νους τεῖ(!) δημοσίαι σφραγῖδι· {²vac.}² ὅπως δὲ ἀναγορεύωνται ο[ἱ]
στέφανοι καὶ παρ’ Ἀνδρίοις καθ’ ἔτος ἐν τοῖς ἀγῶσιν οἷς ἂ[ν]
ἡ πόλις συντελῇ, {²vac.}² ἐπιμέλειαν ποιουμένων τῶν καθιστα-
μένων στρατηγῶν, {²vac.}². ὅτι ὁ δῆμος ὁ Πεπαρηθίων στεφανο[ῖ]
τόν τε δῆμον τὸν Ἀνδρίων {²vac.}² καὶ τοὺς ἐξαποσταλέντας δ[ι]-
15 καστάς, {²vac.}² Πρωτέαν Διοπείθου, {²vac.}² Δημάνθην Δωροκλέους,
Χείρωνα Χαιρίνου {²vac.}² χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι κα̣[ὶ]
τὸν γραμματέα {²vac.}² Δημήτριον Διονυσίου θαλλοῦ στεφάν[ωι]
καὶ εἰκόνι γραπτῆι {²vac.}² ἀρετῆς ἕνεκεν καὶ δικαιοσύνης τῆ[ς]
εἰς ἑαυτὸν καὶ ἵνα ἀναγραφῆι τὸ ψήφισμα καὶ παρ’ Ἀνδρίοις ε[ἰς]
20 [σ]τήλην λιθίνην καὶ σταθῆι οὗ ἂν ἐπίκαιρον αὐτοῖς εἶναι δοκῆι.
       {²quinque coronae intra quadrata incusa}²
Search Help
Contact Us