[ ]
Andros — 2nd c. BC
| 1 | [— — — — — — — — — — — — — — — — — — — — — — — — ἀναγράψαι] |
| [δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τῶι ἐ]- | |
| [πιφαν]εστάτῳ τόπωι· {²vac.}² [καὶ ἀν]α̣γορεύειν τοὺς στε[φ]άνο[υς] | |
| [Διο]ν̣υσίων ἧι τραγωιδοί· {²vac.}² τῆς δὲ ἀναγορεύσεως αὐτῶν | |
| 5 | [ἐπ]ιμελείσθωσαν οἱ κατ’ ἐνιαυτὸν ἄρχοντες γενόμενοι· |
| τῆς δὲ ἀναθέσεως τῆς στήλης ἐπιμεληθήτωσαν οἱ ἱε- | |
| ροποιοί· {²vac.}² ὅπως δὲ καὶ Ἄνδριοι ἐπιγνῶσιν τὰ ἐψηφισμένα, | |
| προνοηθῆναι τοὺς στρατηγοὺς καὶ γράψαι πρὸς τὴν(!) πόλιν | |
| τὴν Ἀνδρίων περὶ τούτων καὶ ἐξαποστεῖλαι σφραγισαμέ- | |
| 10 | νους τεῖ(!) δημοσίαι σφραγῖδι· {²vac.}² ὅπως δὲ ἀναγορεύωνται ο[ἱ] |
| στέφανοι καὶ παρ’ Ἀνδρίοις καθ’ ἔτος ἐν τοῖς ἀγῶσιν οἷς ἂ[ν] | |
| ἡ πόλις συντελῇ, {²vac.}² ἐπιμέλειαν ποιουμένων τῶν καθιστα- | |
| μένων στρατηγῶν, {²vac.}². ὅτι ὁ δῆμος ὁ Πεπαρηθίων στεφανο[ῖ] | |
| τόν τε δῆμον τὸν Ἀνδρίων {²vac.}² καὶ τοὺς ἐξαποσταλέντας δ[ι]- | |
| 15 | καστάς, {²vac.}² Πρωτέαν Διοπείθου, {²vac.}² Δημάνθην Δωροκλέους, |
| Χείρωνα Χαιρίνου {²vac.}² χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι κα̣[ὶ] | |
| τὸν γραμματέα {²vac.}² Δημήτριον Διονυσίου θαλλοῦ στεφάν[ωι] | |
| καὶ εἰκόνι γραπτῆι {²vac.}² ἀρετῆς ἕνεκεν καὶ δικαιοσύνης τῆ[ς] | |
| εἰς ἑαυτὸν καὶ ἵνα ἀναγραφῆι τὸ ψήφισμα καὶ παρ’ Ἀνδρίοις ε[ἰς] | |
| 20 | [σ]τήλην λιθίνην καὶ σταθῆι οὗ ἂν ἐπίκαιρον αὐτοῖς εἶναι δοκῆι. |
| {²quinque coronae intra quadrata incusa}² |