[ ] Naxos — 2nd c. BC
See also:
1                    Κλεοφῶν
                  Ἀναξίππου
                     χαῖρε.
οὐχ ὑπὸ τόξου κοῦφα βέλη φεύγοντά σε δαίμων | ἤλασεν ἀλ-
5 λὰ Τύχη σ’ ἥρπασεν ἐγ μελάθρων | καί σε πρ̣οσήρμοσε τ̣αινι’, ὅθεν καὶ
πάντες ἔφησαν | Ἕλληνες· "προφερὴς δ’ ἦσθα καὶ οὐ κάτ̣οκνος̣". —— | εἴκοσι καὶ
τρί’ ἔτη μὲν ἔχων ἔλιπες πατρὸς οἶκον· —— | ἰσχυρὸς γὰρ ἔ{ι}ης {²⁶ἔης}²⁶ καὶ ἐβούλου
πάντα προμοχθῶν | τῶι πατρὶ τὰς χάριτας ζωκρότερον διδόναι. |
δάκρυα μὲν μήτηρ χε[ῦ]εν μεδεωδίσι(!) Νύμφαις |  μνησθεῖσ’ ἐμ μασ-
10 τοῖς ὡς σ’ ἔτρεφ’ ἡ μελέα. | καί συ μὲν ἐμ(!) νεκύων θαλάμοις ἤδη προ-
βέβηκας | κοῦρος Ἀναξίππου· χαῖρε δὲ ΜΛΣ Κλεοφῶν. |
Search Help
Contact Us