[ ] Tenos — 2nd c. BC
1 [ἔδοξε]ν τοῖς συνέδροις καὶ τῶι δήμωι· ἐπειδὴ Διότι-
μος Διοδότου, Ἱερώνυμος Ἱερωνύμου, Σωσίστρατος Δη-
μοκράτου οἱ ἐξαποσταλέντες δικασταὶ ὑπὸ τοῦ δήμου
τοῦ Τηνίων ἐπὶ τὰς κατὰ πόλιν δίκας τὴν τε ἀναστρο-
5 φὴν καὶ ἐνδημίαν ἐποιήσαντο ἀξίως τε τῆς ἐξαποστει-
λάσης αὐτοὺς πόλεως καὶ τῶν προσμεταπεμψαμέ-
νων, τούς τε ἔχοντας τὰς δίκας τοὺς μὲν πλείστους
συνέλυσαν ἀνεγκλήτως, οὓς̣ [δ]ὲ̣ μ̣ὴ̣ ἠδ̣υ̣νήθη̣[σ]α̣ν δια̣-
κούσαντες ἐδίκασαν ἴσ[ω]ς κα̣ὶ δι[κ]αί̣[ω]ς, [οὐ]δὲ[ν] ἐ̣νλείποντ[ες]
10 καλοκαγαθίας εἰς τὸ τ[υ]χ̣[εῖν π]ά̣ν̣[τας τ]οῦ δικαίου, βουλό-
μενοι τὸ πολίτευμα κατ̣[αστῆσαι ε]ἰς [ὁ]μ[ό]νοιαν· περὶ
δὴ τούτων, ἵνα [καὶ ὁ ἡμέτερος δῆμος φαίνη]ται ἀντευ-
[ε]ρ̣[γ]ετῶν ταῖς πλ[εί]στ̣αις τιμ̣αῖς τοὺς εἰς τὰ τοιαῦ-
[τα ἑ]αυτοὺς ἐ̣π[ιδιδόντα]ς, δεδόχθαι τοῖς συνέδροις
15 [καὶ] τῶι δήμωι, ἐπαιν[έσαι μὲν τὸν δῆμον τὸν Τηνίων]
ἐπὶ τῶι προνσηθῆναι καὶ ἐξαποστεῖλαι ἄνδρας καλοὺς
[κ]αὶ ἀγαθούς, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στε-
[φάνωι· ἐπαινέσαι δὲ] καὶ τοὺς δικαστὰς ἐπὶ ταῖς
[κριν]ομέναις ὑπ’ αὐτῶν δίκαις, καὶ στεφανῶσαι ἕ-
20 [κ]α[σ]τον αὐτῶν θα[λ]λοῦ στεφάνωι, ὧι πάτριόν ἐστι
[στ]εφαν[ῶ]σ[αι]· καὶ ἵνα τοῖς ἀξίοις ὑπά[ρχηι τὰ πα]-
[ρ]ὰ τοῦ δήμου φιλάνθρωπα, ἀγαθῆι τύ[χη]ι, δοῦνα[ι]
[πρ]οξενίαν Διοτίμωι Διοδότου, Ἱερωνύμωι Ἱε[ρω]-
[ν]ύμου, Σωσιστράτωι Δημοκράτου — — — — — — — —
25 — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us