[ ] Tenos — end 2nd/1st c. BC — IG XII,Suppl. p. 135
10 [— — — — — — — — — — — — — — — — — — — — — οὐδένα π]αραλελοίπ[α]-
[σι καιρὸν τῆς εἰς τὸν ἡμέτερον δῆμον καλοκαγαθίας τε] καὶ σπου-
[δῆς, ἐπιδιδόντες ἑαυτοὺς ἀπροφασίστως εἰς τὰ τῆς πόλεω]ς συμφέρον-
[τα, σπεύσαντός τε τοῦ ἡμετέρου δήμου — — — μετάπεμ]πτον δικασ-
[τήριον παρὰ Τηνίων καὶ ἀποστείλαντος πρὸς αὐτοὺ]ς Μενεκράτ[ην(?)]
15 [αἰτησόμενον ἀποστεῖλαι δικαστήν τε καὶ γραμματέα, ἀξί]ους ἑ[κα]-
[τέρων τῶν πόλεων, Τήνιοι — — — — — — βουλ]όμενοι{ς} καὶ τὴ[ν]
[ἑαυτῶν προθυμίαν καὶ εὔνοιαν(?) ἐν παντὶ καιρῶι φαν]ερὰν ποιεῖν ἐν
[τοῖς ἀνήκουσιν πρὸς τὴν τοῦ ἡμετέρου δήμου χρεί]αν καὶ εὐνόως
[διακείμενοι πρὸς τὴν πόλιν ἡμῶν, καὶ τὴν ἐξ ἑαυτῶ]ν σπουδήν τε
20 [καὶ ἐκτένειαν ἐπαύξοντες, καὶ πολλῷ μᾶλλον φανε]ρὰν ποιοῦντες
[ἣν ἔχουσιν προαίρεσιν εἰς τὴν πόλιν ἡμῶν ἐξαπέστ]ειλαν δικαστὴν
[Ξενοκράτην Ξενοφάντου, ἄνδρα καλὸν καὶ ἀγαθ]ὸν καὶ μισοπόνηρον
[— — — — — — — πίστει καὶ συνέσει διαφέροντα(?)], ὃν καὶ αὐτο<ὶ> ἐκ(?)
[— — — — — — — — — — — — — — — — — — καὶ διειλεί]φεισαν μάλιστα
25 [πάντα ποιήσειν τὰ δίκαια, ἀξίως τῆς ἐνχειριζο]μένης αὐτῶι πί[σ]-
[τεως καὶ ἀμφοτέρων τῶν πόλεων, ὃς καὶ παραγεν]όμενος εἰς τὴν πόλιν
[ἡμῶν τήν τε ἐπιδημίαν ἐποιήσατο μετὰ πά]σης σωφροσύνης καὶ εὐ-
[σχημοσύνης καὶ τὰς ἐπιτραπείσας δί]κας κ[α]ὶ κ[ρ]ίσεις ἐδίκασεν, καὶ ἐν(?)
[— — — — — — — — — — — — — — — — οὐδὲν(?) καὶ φιλοτιμίαν καὶ κακο-
30 [παθίαν εἰσενεγκάμενος ἵνα — — —]ης οὔτε ἄ[ρ]χοντος οὔτε πλουσίου
[— — — — — — —, τύχωσιν ὡς δι]και[ότ]ατα τ[ῆς] καθηκούσης διεξα-
[γωγῆς, στοιχῶν τῆι τε τῆς πατρίδος σπου]δῆι καὶ τεῖ αὑτοῦ καλοκαγαθίαι
[καὶ δικαιοσύνηι(?) — — —] ...
36                                ... τὴν καθ’ ἑαυτὸν χρείαν ἐπετέλε-
[σεν καλῶς καὶ ἐπιμελῶς(?) — — —] ...
59                                               ... ἵνα δὲ καὶ ἡ ἀ-
60 [ναγόρευσις γένηται τῶ]ν τιμῶν καὶ τῶν στεφάνων παρ’ ἡμῖν μὲν Διο-
[νυσίοις κυκλίων τῆι πρ]ώτηι ἡμέραι, ἐπιμελὲς γενέσθαι τῶι ἐσο-
[μένωι γραμματεῖ ἐν τῶι ἐχομέ]νωι ἔτει, ἐν Τήνωι δὲ προνοηθέντων
[οἱ ἄρχοντες(?) τοῦ γενέσθαι τὴ]ν στεφάνωσιν αὐτ[ῶ]ν καὶ ἀναγόρευ-
[σιν, ὅταν καὶ οἱ ὑπὸ Τηνίων ἐπῃ]νημένοι ἀναγορεύωνται· ὑπάρ-
65 [χειν δὲ τῶι δικαστῇ καὶ τῶι γραμματεί] προεδρίαν τε ἐν τοῖς ἀγῶσιν
[πᾶσι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον] πρώτοις μετὰ τὰ ἱερά·
[εἶναι δὲ προξένους καὶ εὐεργέτας καὶ αὐτοὺς καὶ] τοὺς ἐκγόνους αὐ-
[τῶν· ἵνα δὲ φανερὰ γένηται ἡ τοῦ δήμου τοῦ ἡμετέρου ε]ὐχαριστία καὶ ἡ
[τῶν ἐξαποσταλέντων ἀνδρῶν ὑπὸ τοῦ δήμου τοῦ Τηνίων ἀρ]ε̣τή, ἑ̣[λέσ]-
70 [θαι πρεσβευτὴν] {²κτλ.}²
Search Help
Contact Us