[ ]
Tenos — 2nd c. BC
1 | [ἔδοξ]εν τ[ῶ]ι κοινῶι [τ]ῆς φυλῆς τ[ῆς] |
[Ἐλει]θυαιέων· οἱ ἄρχοντες εἶπον· ἐπειδὴ | |
[Μή]δειος Μηδείου κ[α]ὶ Σουν[ιάδης] | |
[Κα]λλιφῶντος ἔν τε ταῖς πο[λιτι]- | |
5 | [καῖς] λειτουργίαις καὶ ἐν τεῖ ἄ[λλει] |
[ἀ]ναστροφῆ[ι] ἄνδρες ἀγαθοὶ εἰ[σι] | |
καὶ φιλότιμοι, καὶ Μήδειος μὲν ἐγδι[δό]- | |
μενος αὐτῶι τὴν θυγατέρα, Σουνιά- | |
δης δὲ λαμβάνων, ἐν τοῖς γάμοις | |
10 | ἐσιτομέτρησαν καὶ ἑστίασαν τοὺ[ς] |
πολίτας πάντας καὶ τοὺς ξένους | |
ὑφ’ ἡμέρας πλείους, καὶ συντελοῦν- | |
τες τὸν τελεσμὸν καὶ τὴν θυσίαν | |
τῶι Ἀσκληπιῶι καὶ τῶι Ἀπόλλωνι καὶ | |
15 | {[κα]ὶ} τῆι Ὑγιείαι καὶ τοῖς ἄλλοις τοῖς ἐν |
τῶι τεμένει θεοῖς ὑπὲρ τοῦ υἱοῦ | |
τοῦ Σουνιάδου Μηδείου ἐσιτομέ- | |
τρησαν καὶ παρεκάλεσαν ἐπὶ τὰς | |
σπονδὰς καὶ τὴν θυσίαν τοὺς πο- | |
20 | λίτας πάντας καὶ τοὺς παρεπιδη- |
μοῦντας ξένους ἐφ’ ἡμέρας δύο, | |
ἀποδεικνύμενο<ι> διὰ π[αντὸς τὴν] | |
πρὸς τ[ὸ]ν δῆμο[ν ἐκτένειαν καὶ φιλοτι]- | |
μ[ί]αν· [ὅ]π̣ω̣[ς οὖν — — — — — — —]. |