[ ]
Tenos — 2nd c. BC
| 1 | [ἔδοξ]εν τ[ῶ]ι κοινῶι [τ]ῆς φυλῆς τ[ῆς] |
| [Ἐλει]θυαιέων· οἱ ἄρχοντες εἶπον· ἐπειδὴ | |
| [Μή]δειος Μηδείου κ[α]ὶ Σουν[ιάδης] | |
| [Κα]λλιφῶντος ἔν τε ταῖς πο[λιτι]- | |
| 5 | [καῖς] λειτουργίαις καὶ ἐν τεῖ ἄ[λλει] |
| [ἀ]ναστροφῆ[ι] ἄνδρες ἀγαθοὶ εἰ[σι] | |
| καὶ φιλότιμοι, καὶ Μήδειος μὲν ἐγδι[δό]- | |
| μενος αὐτῶι τὴν θυγατέρα, Σουνιά- | |
| δης δὲ λαμβάνων, ἐν τοῖς γάμοις | |
| 10 | ἐσιτομέτρησαν καὶ ἑστίασαν τοὺ[ς] |
| πολίτας πάντας καὶ τοὺς ξένους | |
| ὑφ’ ἡμέρας πλείους, καὶ συντελοῦν- | |
| τες τὸν τελεσμὸν καὶ τὴν θυσίαν | |
| τῶι Ἀσκληπιῶι καὶ τῶι Ἀπόλλωνι καὶ | |
| 15 | {[κα]ὶ} τῆι Ὑγιείαι καὶ τοῖς ἄλλοις τοῖς ἐν |
| τῶι τεμένει θεοῖς ὑπὲρ τοῦ υἱοῦ | |
| τοῦ Σουνιάδου Μηδείου ἐσιτομέ- | |
| τρησαν καὶ παρεκάλεσαν ἐπὶ τὰς | |
| σπονδὰς καὶ τὴν θυσίαν τοὺς πο- | |
| 20 | λίτας πάντας καὶ τοὺς παρεπιδη- |
| μοῦντας ξένους ἐφ’ ἡμέρας δύο, | |
| ἀποδεικνύμενο<ι> διὰ π[αντὸς τὴν] | |
| πρὸς τ[ὸ]ν δῆμο[ν ἐκτένειαν καὶ φιλοτι]- | |
| μ[ί]αν· [ὅ]π̣ω̣[ς οὖν — — — — — — —]. |