[ ]
Tenos — 2nd c. BC
1 | [ἔδοξεν τῶι κο]ινῶι τῆς φυλῆς̣ τῆς̣ Ἡ̣ρα̣κ̣λ̣ε̣ιδῶν· οἱ [ἄ]ρ̣χ̣[οντες εἶπαν· ἐ]- |
πε̣[ιδ]ὴ Μήδ[ε]ιος Μηδείου καὶ Σουνιάδης Καλλιφῶ[ντος ἔν τε ταῖς] | |
πολ[ι]τικαῖς̣ λειτουργίαις καὶ [ἐ]ν τεῖ λοιπεῖ ἀν[α]σ[τροφεῖ ἄν]- | |
δ̣ρ[ες ἀγαθοί εἰσιν] καὶ φιλότιμ[οι] κ̣α̣[ὶ] Μ̣ή̣[δειο]ς [μὲ]ν ἐ̣γ[διδόμενος τὴν θυ]- | |
5 | γα̣τ̣έ̣ρ̣α̣ Φ̣[ι]λ̣[ίππην, Σουνιάδης δὲ λαμβάνων, τοῖς γάμοις ἐσιτομέτρη]- |
σαν καὶ ἑστία̣[σ]αν̣ [τοὺς π]ολίτ[α]ς [πάντας καὶ τοὺς ξένους ἐφ’ ἡμέ]- | |
[ρα]ς πλείους, καὶ σ[υν]τε̣[λοῦντες τὸν τελεσμὸν καὶ τὴν] θυ[σ]ί[αν τῶι] | |
[Ἀσ]κληπ̣[ι]ῶι καὶ τῶι Ἀ̣π̣[όλλωνι καὶ τοῖς ἄλλοις τοῖς ἐν τῶ]ι τε[μένει] | |
[θε]οῖς [ὑ]πὲρ τοῦ υἱοῦ τοῦ Σ̣[ουνιάδου Μηδείου ἐσιτομέτρησαν καὶ] | |
10 | [παρ]εκάλεσαν ἐπ̣ὶ τὰς <σ>πον̣δ[ὰς καὶ τὰς θυσίας τοὺς πολίτας πάν]- |
τας καὶ τοὺς παρεπιδημ[οῦ]ν[τας ξένους ἐφ’ ἡμέρας δύο, ἀποδει]- | |
[κ]ν̣ύμενοι τὴν πρὸς τὸν δῆμ[ον ἐκτένειαν καὶ φιλοτιμίαν· ὅπως] | |
[ο]ὖν καὶ τὸ κοινὸν τῆς φυλῆς τῆ̣[ς Ἡρακλειδῶν φαίνηται εὐχάριστον] | |
[τ]οῖς ἀγαθοῖς ἀνδράσιν· δεδόχθα̣[ι τῶι κοινῶι τῶι Ἡρακλειδῶν· ἐ]- | |
15 | παι[ν]έσαι Μήδειον Μηδείου καὶ [Σου]νι[άδην Καλλιφῶντος καὶ Μ]ή- |
δειον Σουνιάδου τὸν ἱερέα τοῦ Ἀ̣σ̣[κ]ληπ̣[ιοῦ καὶ στεφανῶσαι ἕκασ]- | |
τον θαλλοῦ στεφάνωι ἀρετῆ̣[ς ἕνεκεν καὶ φιλοτιμίας τῆς εἰς τὸ] | |
κοινὸν τὸ Ἡρακλειδῶν καὶ πάν̣[τας τοὺς πολ]ίτ[ας]· δ[ε]δ[όσθαι δὲ] | |
αὐτοῖς καὶ τοῖς ἐκγόνοις αὐτῶ[ν μετου]σ[ίαν τῆς φυ]λ̣ῆς τῆς [Ἡρα]- | |
20 | κλειδῶν καὶ χρημάτων καὶ θυσι[ῶ]ν κ̣α̣[ὶ τῶν ἄλλων πάν]τ̣ων· ἀ[να]- |
γράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στ[ήλας λιθί]να̣[ς] δύ[ο] κ̣α̣ὶ [σ]τ[ῆσαι] | |
τὴμ μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ, τὴν [δὲ εἰς] τὸ̣ ἱ[ερὸν τ]οῦ Π[οσει]- | |
δῶνος καὶ τῆς Ἀμφιτρίτης· τὸ δὲ ἀνάλωμ̣α̣ εἰ[ς] τ̣[α]ῦτα δ[ότω]- | |
σαν οἱ ἄρχοντες ἀπὸ τῶν τῆς φυλῆς π̣ρ[οσόδω]ν. |