[ ] Tenos — 2nd c. BC
1 ἐπ’ ἄρχοντος Καλλικράτου
[το]ῦ Μίμωνος, μηνὸς [Β]ουφονιῶνο[ς],
[ἔδο]ξεν τῆι βουλῆι καὶ τῶι δήμωι,
[πρυτά]νεων [γν]ώμη· ἐπειδὴ Δι[ο]-
5 [νύσιος Ὄρθωνος] Ἄνδριος ἀνὴρ ἀ-
γα[θός ἐστι κ]αὶ εὔνους τῶι δή-
μωι [τῶ]ι [Τηνίω]ν καὶ διατελεῖ χρεί-
ας παρεχόμενος καὶ κοινεῖ τεῖ
[π]όλει καὶ ἰδίαι Τηνίων τοῖς ἐντυγ-
10 [χάν]ουσιν α[ὐ]τῶι, δεδόχθαι τῆι
βουλ[ῆ]ι καὶ τῶι δήμωι· ἐπαινέσαι
Διον[ύ]σιον Ὄρθωνος Ἄνδριον
καὶ στεφ[ανῶ]σαι θαλλοῦ στεφά-
νωι κατὰ [τὸν] νόμον ἀρετῆς ἕ-
15 νεκεν κα[ὶ εὐ]νοίας τῆς εἰς τὸν
δῆμον τὸν [Τ]ηνί[ων· ε]ἶναι δὲ αὐ-
τὸν καὶ τοὺς [ἐ]κγ[όνου]ς αὐτοῦ
προξένους κα[ὶ] ε[ὐεργέ]τας τῆς
πόλεως, δε[δ][σθαι] δὲ α[ὐτο]ῖς καὶ
20 πολιτεία[ν] κ[α]ὶ γῆς καὶ [οἰ]κίας
ἔγκτησιν, [πρ]οσγραψαμ[έ]νοις
πρὸς φυλὴ[ν] καὶ φρατρί[α]ν ἣν ἂν
[β]ούλωντ[α]ι καὶ π[ρ]οεδρ[ί]αν ἐν
[τοῖς ἀ]γῶσιν οἷς [ἡ] πόλις συντε-
25 [λεῖ, καὶ π]ρόσοδ[ον] πρὸ[ς] τὴν βου-
[λὴν κ]αὶ τὸν δῆμ[ο]ν ἐάν του δέ-
ων[τ]αι πρώτοις μ[ε]τὰ τὰ ἱερά· ἀ-
ναγράψαι δὲ καὶ τὸ ψήφισμα τό-
δε εἰς στήλην λιθίνην καὶ στῆσα[ι]
30 εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ
τῆς Ἀμφιτρίτης.
Search Help
Contact Us