[ ] Tenos
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, #⁷#⁷-
․έων ἐπεστάτει, Παπίας εἶπεν· ἐπει-
δὴ Πολυχάρης καὶ Ἄρχιππος Πολυχά-
[ρου]ς Ἰουλιῆται ἄνδρες ἀ[γα]θ[οί] εἰσι πρ[ὸς]
5 τὸν δῆμον τὸν Τηνίων καὶ διατελο[ῦσι]
χρείας παρεχόμενοι καὶ κοινῆι τῆ[ι πό]-
λει καὶ ἰδίαι Τηνίων τοῖς ἐνυγχάν[ου]-
σιν αὐτῶι, δεδόχθαι τῆι βουλῆι [καὶ]
τῶι δήμωι· ἐπαινέσαι Πολυχάρην καὶ
10 Ἄρχιππον Ἰουλιήτας καὶ στεφανῶσαι
τῶι ἐκ τοῦ νόμου στεφάνωι καὶ ἀναγο-
ρεῦσαι αὐτοῖς τὸν στέφανον τὸν ἄρχον-
τα τὴν στεφανηφόρον ἀρχὴν ἔν τε τῶι
ἱερῶι <τοῦ> Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης,
15 ὅταν τὴν θυσίαν καὶ τὴν πανήγυριν συν-
τελ[ῆι ἡ πόλις, καὶ ἐν τῶι θεάτρωι Ποσι]-
[δείων καὶ Διονυσίων τῶι ἀγῶνι τῶν τρα]-
[γωιδῶν· εἶναι δὲ αὐτοὺς καὶ τοὺς ἐκγό]-
[νους αὐτῶν] προξένους καὶ εὐεργέτας τῆς
20 πόλεως· [δεδόσθαι δὲ αὐτοῖς παρὰ τοῦ δήμου]
[καὶ πολιτείαν] καὶ γῆς καὶ οἰκίας ἔνκτη-
σιν, καὶ πρὸς φυλὴν καὶ φρατρίαν προσγρά-
ψασθαι ὁποίαν ἂμ βούλωνται, [καὶ ἐμ πο]-
[λέμωι] εἰρήνην [καὶ ἐν σύλοις] ἀσυλίαν {²etc.}²
Search Help
Contact Us