[ ]
Andros
1 | [ἐπὶ — — ἄρχοντος, μηνὸς — —ιῶνος, — — τῶ]ν [π]ρ[υ]τ[άνεων προ]- |
εδ[ρεύον]τ[ο]ς, Ἀρχεστράτο<υ> γραμματε[ύον]τος, τετράδ[ι] | |
ἐ[πὶ] δέ[κ]α, Ἀριστο[κ]λῆς Βαυκᾶ εἶπεν· ὑπὲρ ὧν Κτησικράτης Ξ[ε]- | |
νοφῶντος τὴν πρόσοδον ἐποιήσατο, δεδ[όχθ]α[ι] τεῖ βουλε[ῖ] | |
5 | καὶ τ[ῶ]ι δήμωι, [Ἑ]ρμίαν Ἀπολλωνί<ο>υ Σα[λ]αμίνιον πολίτην εἶ[ναι] |
τῆς πόλεως τῆς Ἀνδρίων κατὰ το[ὺ]ς νόμους αὐτὸ[γ καὶ] | |
ἐγγόνους, καὶ μετεῖν[α]ι αὐτοῖς πάντ[ω]ν [ὅ]σων [κ]αὶ Ἀνδρί- | |
οις μέτεστιν· ἐξεῖν[α]ι δ’ [α]ὐτοῖς [καὶ φ]υ[λῆ]ς γενέσθαι ἧς ἂν | |
βούλωνται καὶ φρατ[ρί]α[ς ἧ]στι[νος πείσ]ωνται· τ[ὸν δὲ γραμ]- | |
10 | ματέα τῶν στρατηγῶν ἐπιμ[ε]λ[ηθῆ]ναι, ὅπως ἡ πολιτεία |
ἥδε ἀναγραφεῖσ[α] εἰς στήλ[ην λιθίνην στ]αθεῖ εἰς τὸ ἱερὸν το[ῦ] | |
Ἀπόλλωνος, τὸ δὲ εἰς τὴν ἀναγραφὴ[ν ἀνά]λωμα δοῦναι το<ὺ>ς τα{ι}μί- | |
ας {²⁶ταμίας}²⁶ ἀπὸ τῆς κοινῆς δι[οικ]ήσε[ω]ς. |