[ ] Andros
1 [ἐπὶ — — ἄρχοντος, μηνὸς — —ιῶνος, — — τῶ]ν [π]ρ[υ]τ[άνεων προ]-
εδ[ρεύον]τ[ο]ς, Ἀρχεστράτο<υ> γραμματε[ύον]τος, τετράδ[ι]
[πὶ] δέ[κ]α, Ἀριστο[κ]λῆς Βαυκᾶ εἶπεν· ὑπὲρ ὧν Κτησικράτης Ξ[ε]-
νοφῶντος τὴν πρόσοδον ἐποιήσατο, δεδ[όχθ]α[ι] τεῖ βουλε[ῖ]
5 καὶ τ[ῶ]ι δήμωι, [Ἑ]ρμίαν Ἀπολλωνί<ο>υ Σα[λ]αμίνιον πολίτην εἶ[ναι]
τῆς πόλεως τῆς Ἀνδρίων κατὰ το[ὺ]ς νόμους αὐτὸ[γ καὶ]
ἐγγόνους, καὶ μετεῖν[α]ι αὐτοῖς πάντ[ω]ν [ὅ]σων [κ]αὶ Ἀνδρί-
οις μέτεστιν· ἐξεῖν[α]ι δ’ [α]ὐτοῖς [καὶ φ]υ[λῆ]ς γενέσθαι ἧς ἂν
βούλωνται καὶ φρατ[ρί]α[ς ἧ]στι[νος πείσ]ωνται· τ[ὸν δὲ γραμ]-
10 ματέα τῶν στρατηγῶν ἐπιμ[ε]λ[ηθῆ]ναι, ὅπως ἡ πολιτεία
ἥδε ἀναγραφεῖσ[α] εἰς στήλ[ην λιθίνην στ]αθεῖ εἰς τὸ ἱερὸν το[ῦ]
Ἀπόλλωνος, τὸ δὲ εἰς τὴν ἀναγραφὴ[ν ἀνά]λωμα δοῦναι το<ὺ>ς τα{ι}μί-
ας {²⁶ταμίας}²⁶ ἀπὸ τῆς κοινῆς δι[οικ]ήσε[ω]ς.
Search Help
Contact Us