[ ]
Syros — 166-169 AD
1 | [ὑ]πὲρ τῆς τῶν Αὐτοκρατόρων Μάρκου Αὐρηλίου |
[Ἀ]ντωνείνου καὶ Λουκίου Αὐρηλίου Ἀρμενιακ[ῶ]ν | |
[Π]αρθι[κῶ]ν Μηδικῶν νείκης καὶ σωτηρίας | |
[κ]αὶ αἰω[νίου] διαμονῆς ὅλου τοῦ οἴκου αὐ- | |
5 | [τῶ]ν κ[αὶ ἱ]ερᾶς συνκλήτου καὶ δήμου Ῥωμαίων |
[καὶ] δή[μου Συρ]ίων Με.(?) Ἐλεύθερος βʹ στεφανηφό- | |
[ρ]ος καὶ ἐπών[υμ]ος [ἄ]ρχων κλήρῳ καὶ χειροτονίᾳ προγραφε[ὶς] | |
[σ]ὺν γυναικὶ [ἀρχε]ίνῃ Ὀνησιφόρῳ φιλοτείμως τε καὶ ἐ[πι]- | |
[φ]ανῶς [δημοθοι]νίαν παρασχόμενος τῇ Συρίων πό[λει] | |
10 | [κ]αὶ τὰς [ἐξ ἔθ]ους νομιζομένας θυσίας ἐκαλλιέρησεν |
δι’ ὅλου ἐνιαυτοῦ Ἑστίᾳ Πρυτανείᾳ καὶ τοῖς ἄλλοις | |
θεοῖς πᾶσι καὶ πάσαις, καὶ τοῖς μὲν τὴν γερουσίαν | |
μετέχουσιν παρέσχεν ἐκτενῶς πάντα τὰ δίκαι[α] | |
[τα]ῖς ἠθισμέναις ἡμέραις, τοῖς δὲ λοιποῖς [τ]οῖς κ[α]τ[οι]- | |
15 | [κο]ῦσιν πᾶσιν ἀ[ν]δράσι τε καὶ γυναιξὶν καὶ τέκνοις [α]ὐ[τῶν] |
[κα]ὶ τοῖς ἐπιδημήσασιν ἀστυγείτοσιν παρέσχεν τὰ κ[α]- | |
[τὰ] τὸ ψήφισμα τὸ γενόμενον καὶ κυ[ρ]ωθὲν ὑπὸ | |
[τῆς] βουλῆς καὶ το<ῦ> δήμου πάντα ἐκτενῶς, καὶ ἔξωθεν | |
[τῶν] ἐνγεγραμμένων τῷ ψηφίσματι ἑκάστῳ τ[ῶν] | |
20 | [συνεορ]τασάντων ἔδωκεν [σφυρίδα(?)] φιλοτείμως. ἐπὶ |
[τούτων] ἐγένετο ὑγεί[α εὐκαρπία εὐετηρία]. |