[ ]
Syros — 166-169 AD
| 1 | [ὑ]πὲρ τῆς τῶν Αὐτοκρατόρων Μάρκου Αὐρηλίου |
| [Ἀ]ντωνείνου καὶ Λουκίου Αὐρηλίου Ἀρμενιακ[ῶ]ν | |
| [Π]αρθι[κῶ]ν Μηδικῶν νείκης καὶ σωτηρίας | |
| [κ]αὶ αἰω[νίου] διαμονῆς ὅλου τοῦ οἴκου αὐ- | |
| 5 | [τῶ]ν κ[αὶ ἱ]ερᾶς συνκλήτου καὶ δήμου Ῥωμαίων |
| [καὶ] δή[μου Συρ]ίων Με.(?) Ἐλεύθερος βʹ στεφανηφό- | |
| [ρ]ος καὶ ἐπών[υμ]ος [ἄ]ρχων κλήρῳ καὶ χειροτονίᾳ προγραφε[ὶς] | |
| [σ]ὺν γυναικὶ [ἀρχε]ίνῃ Ὀνησιφόρῳ φιλοτείμως τε καὶ ἐ[πι]- | |
| [φ]ανῶς [δημοθοι]νίαν παρασχόμενος τῇ Συρίων πό[λει] | |
| 10 | [κ]αὶ τὰς [ἐξ ἔθ]ους νομιζομένας θυσίας ἐκαλλιέρησεν |
| δι’ ὅλου ἐνιαυτοῦ Ἑστίᾳ Πρυτανείᾳ καὶ τοῖς ἄλλοις | |
| θεοῖς πᾶσι καὶ πάσαις, καὶ τοῖς μὲν τὴν γερουσίαν | |
| μετέχουσιν παρέσχεν ἐκτενῶς πάντα τὰ δίκαι[α] | |
| [τα]ῖς ἠθισμέναις ἡμέραις, τοῖς δὲ λοιποῖς [τ]οῖς κ[α]τ[οι]- | |
| 15 | [κο]ῦσιν πᾶσιν ἀ[ν]δράσι τε καὶ γυναιξὶν καὶ τέκνοις [α]ὐ[τῶν] |
| [κα]ὶ τοῖς ἐπιδημήσασιν ἀστυγείτοσιν παρέσχεν τὰ κ[α]- | |
| [τὰ] τὸ ψήφισμα τὸ γενόμενον καὶ κυ[ρ]ωθὲν ὑπὸ | |
| [τῆς] βουλῆς καὶ το<ῦ> δήμου πάντα ἐκτενῶς, καὶ ἔξωθεν | |
| [τῶν] ἐνγεγραμμένων τῷ ψηφίσματι ἑκάστῳ τ[ῶν] | |
| 20 | [συνεορ]τασάντων ἔδωκεν [σφυρίδα(?)] φιλοτείμως. ἐπὶ |
| [τούτων] ἐγένετο ὑγεί[α εὐκαρπία εὐετηρία]. |