[ ] Syros — 138-161 AD
{²intra coronam oleagineam:}²
1          ἀγαθῇ
         τύχῃ.
ὑπὲρ               ὑγείας
τοῦ κυρίου ἡμῶν Αὐτοκράτο-
5 [ρ]ος Καίσαρος Τ. Αἰλίου Ἀδρια-
νοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσε-
βοῦς τύχης καὶ δήμου Ῥωμαίων
καὶ τοῦ Συρίων δήμου Λ. Μιλιών[ι]-
ος Σκύμνος αὐθαίρετος ἄρχων
10 στεφανηφόρος σὺν ἀρχείνῃ Τε[ί]-
μᾳ Φιλαργύρου γυναικὶ ἰδίᾳ ἐκαλ-
λιέρησεν Ἑστίᾳ Πρυτανείᾳ καὶ
τοῖς ἄλλοις θεοῖς πᾶσι καὶ πάσαις
καὶ ἐδημοθοίνησεν πάντας τοὺς
15 κατοικοῦντα[ς] τὴν νῆσσον ἐλε[υ]-
θέρους καὶ ἐλευθέρας καὶ τὰ τού-
των τέκνα καὶ τοὺς ἐκ τῶν ἀστ[υ]-
γειτόνων νήσσων ἐπιδημήσαν-
τας. ❦ ἐπὶ τούτων ἦν ὑγεία.
20       {²delphinus}²
Search Help
Contact Us