[ ] Syros — 138-161 AD
1          ἀγαθῇ τύχηι.
ὑπὲρ τῆς τοῦ Αὐτοκράτορος Καίσαρος
Τι. Αἰλίου Ἁδριανοῦ Ἀντωνείν[ου]
Σεβαστοῦ Εὐσεβοῦς ὑγείας καὶ [αἰ]-
5 ωνίου διαμονῆς ὅλου τοῦ οἴκου αὐ[τοῦ]
καὶ δήμου Ῥωμαίων καὶ ἱερ[ᾶ]ς συνκλήτου
καὶ τοῦ Συρίων δήμου Ἀρισταγόρας Ἀρισταγό-
ρου ὁ στεφανηφόρος ἄρχων ἐπώνυμος σὺν
{σὺν} ἀρχείνῃ Πώλλῃ Σκύμ[νου — — — — —]-
10 νῳ ἐκ[αλ]λιέρησεν Ἑστίᾳ Πρυ[τανεί]ᾳ κ[α]
τοῖς [ἄλλοι]ς [θ]εοῖς πᾶσι καὶ πάσ[αις, καὶ]
τῇ μὲν πρώτῃ ἡμέρᾳ τοῖς τὴν [γ]ε[ρου]-
σίαν μετέχουσιν ἀν[δράσιν ἀνὰ]
δηνάρια τρί[α] κ[α]ὶ οἶνον [παρέσ]χ[ε]ν·
15 ταῖς δὲ γυν[α]ι[ξὶν κα]ὶ τ[οῖς τέκνοις(?)]
ἀνὰ ἀσσάρια ὀκτὼ κ[α]ὶ οἶνον, [τῇ δὲ δευτέ]-
ρᾳ ἡμέρᾳ τοῖς στεφανηφόρ[οι]ς [ἀνὰ δηνάρια ἑπ]-
τὰ καὶ τοῖς πολείταις π[ᾶ]σι[ν ἀνὰ δηνά]-
[ριον] ἕν, καὶ τοῖς [ἐ]λευθ[έροις παισὶν καὶ]
20 [τοῖς] κατοικοῦσιν καὶ οἶνον [παρέσχεν].
[επὶ τούτων] ἦν ὑγεία.
Search Help
Contact Us