[ ]
Syros — 138-161 AD
| 1 | ἀγαθῇ τύχηι. |
| ὑπὲρ τῆς τοῦ Αὐτοκράτορος Καίσαρος | |
| Τι. Αἰλίου Ἁδριανοῦ Ἀντωνείν[ου] | |
| Σεβαστοῦ Εὐσεβοῦς ὑγείας καὶ [αἰ]- | |
| 5 | ωνίου διαμονῆς ὅλου τοῦ οἴκου αὐ[τοῦ] |
| καὶ δήμου Ῥωμαίων καὶ ἱερ[ᾶ]ς συνκλήτου | |
| καὶ τοῦ Συρίων δήμου Ἀρισταγόρας Ἀρισταγό- | |
| ρου ὁ στεφανηφόρος ἄρχων ἐπώνυμος σὺν | |
| {σὺν} ἀρχείνῃ Πώλλῃ Σκύμ[νου — — — — —]- | |
| 10 | νῳ ἐκ[αλ]λιέρησεν Ἑστίᾳ Πρυ[τανεί]ᾳ κ[α]ὶ |
| τοῖς [ἄλλοι]ς [θ]εοῖς πᾶσι καὶ πάσ[αις, καὶ] | |
| τῇ μὲν πρώτῃ ἡμέρᾳ τοῖς τὴν [γ]ε[ρου]- | |
| σίαν μετέχουσιν ἀν[δράσιν ἀνὰ] | |
| δηνάρια τρί[α] κ[α]ὶ οἶνον [παρέσ]χ[ε]ν· | |
| 15 | ταῖς δὲ γυν[α]ι[ξὶν κα]ὶ τ[οῖς τέκνοις(?)] |
| ἀνὰ ἀσσάρια ὀκτὼ κ[α]ὶ οἶνον, [τῇ δὲ δευτέ]- | |
| ρᾳ ἡμέρᾳ τοῖς στεφανηφόρ[οι]ς [ἀνὰ δηνάρια ἑπ]- | |
| τὰ καὶ τοῖς πολείταις π[ᾶ]σι[ν ἀνὰ δηνά]- | |
| [ριον] ἕν, καὶ τοῖς [ἐ]λευθ[έροις παισὶν καὶ] | |
| 20 | [τοῖς] κατοικοῦσιν καὶ οἶνον [παρέσχεν]. |
| [επὶ τούτων] ἦν ὑγεία. |