[ ]
Syros — IG XII,5 Add. p. 335
1 | ἔδοξεν τῆι βουλῇ καὶ τῶι δήμωι· Κυρσίλος Ἀκρύπτου Ναξί- |
της ἔφοδον ἀπογραψάμενος ἐπὶ τὴν βουλὴν εἶπεν· ἐπειδὴ | |
Ὀνήσανδρος Βούλωνος Σίφνιος διατετέλεκεν ἔν τε τοῖς | |
ἔνπροσθεν χρόνοις ὑπὲρ τῆς πόλεως ἡμῶν τὴν πλείστην πρό- | |
5 | νοιαν ποιούμενος, πᾶσιν ἑαυτὸν εὔχρηστον καὶ φιλάγαθον παρα- |
σκευάζων εἰς τὰ λυσιτελῆ, οὐδεμίαν κα{κα}κοπαθίαν {²⁶κακοπαθίαν}²⁶ καὶ δα- | |
πάνην ὑποστελλόμενος χάριν τῶν τῇ πόλει συνφερόν- | |
των καὶ τοῖς καθ’ ἰδίαν ἀφικνουμένοις τῶν πολιτῶν εἰς τὴν | |
Σιφνίων πόλιν, πρότερόν τε ἀνγελίας γενηθείσης διότι | |
10 | κακοῦργα πλοῖα καὶ πλείονα ἐπιβάλλειν ἡμῶν ἤμελλεν ἐπὶ τὴν χώ- |
ραν καὶ τὴν πόλιν κατὰ ῥύσιον, καὶ ταραχῆς μείζονος γινομέ- | |
νης κατὰ τὴν πόλιν, ἃ καὶ ἀπηνγέλη προσωρμικέναι πρὸς τὴν | |
Σιφνίων χώραν, καὶ περὶ τούτων παραχρῆμα ὁ δῆμος ἑλόμενος | |
ἄνδρα εἰς Σίφνον Κτησικλῆν Χαρικλείδου διὰ νυκτὸς ἕνεκεν | |
15 | τοῦ κατασκέψεσθαι τὰ προγεγραμμένα, καὶ ἐν ἐκήνοις |
Ὀνήσανδρος βουλόμενος ἀποδείκνυσθαι ἣν ἔχει εὔνοιαν | |
εἰς τὸν δῆμον, πυθόμενος παρὰ τοῦ Κτησικλέους τὰ προδε- | |
δηλωμένα, αὐτόν τε φιλοφρόνως ὑπεδέξατο τούς τε | |
υἱοὺς Βούλωνα καὶ Νίκωνα, ἐν Σίφνωι δὲ χρηματίζοντα Ἔκφαν- | |
20 | τον, καί τινας μεθ’ ἑαυτῶν νεωτέρους παρακαλέσας ἐξα- |
πέστειλεν ἐπὶ τὴν χώραν ἐξεραυνησομένους, καὶ πάντα | |
σαφῶς πυθόμενο{υ}ς {²⁶πυθόμενος}²⁶ τὰ προσαγγελλόμενα διασαφήσας τῷ | |
Κτησικλῇ ἐξαπέστειλεν αὐτὸν διὰ τάχους, φροντίσας καὶ | |
περὶ τῆς ἀνακομιδῆς αὐτοῦ, καθὼς καὶ ὁ Κτησικλῆς ἐνεφάνι- | |
25 | ζεν ἐπὶ τῆς ἐκκλησίας· ὁμοίω[ς] δὲ ἀφαρπαγέντων καὶ οἰκετι- |
κῶν σωμάτων ὑπὸ πειρατῶν παρὰ Σωσίλου τοῦ Ξενοπείθου | |
Νουμηνίου καὶ Βότρυος ἀπὸ τῆς καλουμένης Ἐσχατιᾶς συν- | |
έβη κατᾶραι ἐπὶ τὴν ἐπικειμένην ἀπέναντι νῆσον τῆς | |
χώρας τῆς Σιφνίων· ἕνα δὲ αὐτῶν Νουμήνιον διακολυν- | |
30 | βήσαντα ἀπὸ τῶν πειρατῶν Ὀνήσανδρος ὑπεδέξατο, πυθό- |
μενος ὅτι ἔστιν ἐξύρου, καὶ ἔθρεψεν ἐκ τῶν ἰδίων χρόνον | |
καὶ πλείονα, καὶ ἀνφιέσας ἐξαπέστειλεν εἰς τὴν ἡμετέραν | |
πόλιν τοῖς ἰδίοις δαπανήμασιν· περὶ ὧν καὶ ὁ δῆμος ἐπιγνοὺς | |
τὴν Ὀνησάνδρου φιλαγαθίαν καὶ εὔνοιαν, ἣν ἔχων τυνχάνη | |
35 | εἴς τε {ε}αὐτὸν καὶ Συρίους πάντας, πρόξενόν τε {ε}αὐτὸν ἐποί- |
ησεν καὶ προεδρίαν ἔδωκεν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντε- | |
λεῖ καὶ πρόσοδον πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον, ἐάν που {²⁶του}²⁶ δέη- | |
ται, πρώτῳ μετὰ τὰ ἱερά· πολλῷ δὲ μᾶλλον ἑαυτὸν <εὔχρηστον>(?) πα- | |
ρασκευάζη καὶ διὰ τὰς διδομένας τιμὰς οὔτε δαπάνην ὑπο- | |
40 | στελλόμενος οὔτε κίνδυνον ἕνεκεν τῶν τῇ πόλει συνφε- |
ρόντων· ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆμος εὐχάριστος ὢν φαί- | |
νηται καὶ τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ ἀξίους κατὰ τὴν δύνα- | |
μιν τὴν ἑαυτοῦ, ἕτεροί τε πλήονες ἑαυτοὺς ἐπιδιδῶσιν ἐπι- | |
γινώσκοντες τὴν τοῦ δήμου καλοκἀγαθίαν, ἀγαθῇ τύχῃ, δεδό- | |
45 | χθαι τῇ βουλῇ καὶ τῷ δήμῳ, ἐπαινέσαι Ὀνήσανδρον Βούλωνος |
Σίφνιον ἐπὶ τῇ αἱρέσει ᾗ ἔχει εἰς τὸν δῆμον τὸν ἡμέτερον, καὶ στε- | |
φανῶσαι αὐτὸν χρυσῷ στεφάνῳ τῶι ἐκ τοῦ νόμου, καὶ ἀναγορεύ- | |
ειν καθ’ ἔτος ἕκαστον τὸν ἱεροκήρυκα{ι} Διονυσί{ι}ων {²⁶Διονυσίων}²⁶ τε τῶι ἀ- | |
γῶνι τῶν τραγῳδῶν καὶ Ἡρακλείων τῇ πονπῇ καὶ Δημητριείων τῇ | |
50 | λανπάδι κήρυγμα τόδε· Στεφανοῖ ὁ δῆμος ὁ Συρίων Ὀνήσανδρον |
Βούλωνος Σίφνιον εὐσεβήας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ | |
εὐνοίας ἧς ἔχων διατελῆ πρὸς Συρίους πάντας· οἱ δὲ πρυτάνεις | |
ἀεὶ οἱ ἐν ἀρχῇ ὄντες ἐπιμέληαν ποιείσθωσαν τοῦ κηρύγματος, κυ- | |
ρωθέντος <δὲ> τοῦδε τοῦ ψηφίσματος ὁ ταμίας Ἀρισταγόρας δότω | |
55 | Ὀνησάνδρῳ τὸ ἀποτεταγμένον εἰς τὸν στέφανον ἐκ τοῦ νόμου |
διάφορον ἀπὸ τῆς ἐνκυκλίου διοικήσεως· ἵνα δὲ φανερὰ ὑπάρχῃ ἡ τοῦ δή- | |
μου φιλαγαθία καὶ πολλοὶ ἐφάμιλλοι γινόμενοι εὐεργετῶσι τὸν | |
δῆμον τιμηθέντος Ὀνησάνδρου, ἀναγράψαι {δὲ} τόδε τὸ ψήφισμα εἰς στή- | |
λην λιθίνην καὶ στῆσαι εἰς τόπον ὡς ἐπιφανέστατον· ἑλέσθαι δὲ ἄνδρα | |
60 | ὅστις ἐγδώσει τὴν στήλην καὶ στήσει καὶ ἐπιμελὲς ποιήσηται, ὅπως |
ἀναγραφῇ τόδε τὸ ψήφισμα· τὸ δὲ ἐσόμενον ἀνήλωμα εἴς τε τὴν | |
στήλην καὶ τὴν ἀναγραφὴν δότω ὁ ταμίας Ἀρισταγόρας ἀπὸ τῆς ἐν- | |
κυκλίου διοικήσεως, καθότι ἂν συντελέσῃ ὁ ἐγδότης· ἵνα δὲ καὶ Σί- | |
φνιοι ἐπιγνῶσιν τὰ ἐψηφισμένα τίμια τῶ ἑαυτῶν πολίτῃ Ὀνησάνδρῳ, | |
65 | οἱ πρυτάνεις ἐπιμελὲς ποιησάσθωσαν ἀντιγραψάμενοι, ὅπως |
ἐξαποστείλωσιν τόδε τὸ ψήφισμα πρὸς τὸν δῆμον τὸν Σιφνίων, σφρα- | |
γισάμενοι τῇ δημοσίαι σφραγῖδι. εἱρέθη ἐγδότης Κυρσίλος Ἀκρύπτου. |