[ ]
Syros — IG XII,5 Add. p. 335
| 1 | ἔδοξεν τῆι βουλῇ καὶ τῶι δήμωι· Κυρσίλος Ἀκρύπτου Ναξί- |
| της ἔφοδον ἀπογραψάμενος ἐπὶ τὴν βουλὴν εἶπεν· ἐπειδὴ | |
| Ὀνήσανδρος Βούλωνος Σίφνιος διατετέλεκεν ἔν τε τοῖς | |
| ἔνπροσθεν χρόνοις ὑπὲρ τῆς πόλεως ἡμῶν τὴν πλείστην πρό- | |
| 5 | νοιαν ποιούμενος, πᾶσιν ἑαυτὸν εὔχρηστον καὶ φιλάγαθον παρα- |
| σκευάζων εἰς τὰ λυσιτελῆ, οὐδεμίαν κα{κα}κοπαθίαν {²⁶κακοπαθίαν}²⁶ καὶ δα- | |
| πάνην ὑποστελλόμενος χάριν τῶν τῇ πόλει συνφερόν- | |
| των καὶ τοῖς καθ’ ἰδίαν ἀφικνουμένοις τῶν πολιτῶν εἰς τὴν | |
| Σιφνίων πόλιν, πρότερόν τε ἀνγελίας γενηθείσης διότι | |
| 10 | κακοῦργα πλοῖα καὶ πλείονα ἐπιβάλλειν ἡμῶν ἤμελλεν ἐπὶ τὴν χώ- |
| ραν καὶ τὴν πόλιν κατὰ ῥύσιον, καὶ ταραχῆς μείζονος γινομέ- | |
| νης κατὰ τὴν πόλιν, ἃ καὶ ἀπηνγέλη προσωρμικέναι πρὸς τὴν | |
| Σιφνίων χώραν, καὶ περὶ τούτων παραχρῆμα ὁ δῆμος ἑλόμενος | |
| ἄνδρα εἰς Σίφνον Κτησικλῆν Χαρικλείδου διὰ νυκτὸς ἕνεκεν | |
| 15 | τοῦ κατασκέψεσθαι τὰ προγεγραμμένα, καὶ ἐν ἐκήνοις |
| Ὀνήσανδρος βουλόμενος ἀποδείκνυσθαι ἣν ἔχει εὔνοιαν | |
| εἰς τὸν δῆμον, πυθόμενος παρὰ τοῦ Κτησικλέους τὰ προδε- | |
| δηλωμένα, αὐτόν τε φιλοφρόνως ὑπεδέξατο τούς τε | |
| υἱοὺς Βούλωνα καὶ Νίκωνα, ἐν Σίφνωι δὲ χρηματίζοντα Ἔκφαν- | |
| 20 | τον, καί τινας μεθ’ ἑαυτῶν νεωτέρους παρακαλέσας ἐξα- |
| πέστειλεν ἐπὶ τὴν χώραν ἐξεραυνησομένους, καὶ πάντα | |
| σαφῶς πυθόμενο{υ}ς {²⁶πυθόμενος}²⁶ τὰ προσαγγελλόμενα διασαφήσας τῷ | |
| Κτησικλῇ ἐξαπέστειλεν αὐτὸν διὰ τάχους, φροντίσας καὶ | |
| περὶ τῆς ἀνακομιδῆς αὐτοῦ, καθὼς καὶ ὁ Κτησικλῆς ἐνεφάνι- | |
| 25 | ζεν ἐπὶ τῆς ἐκκλησίας· ὁμοίω[ς] δὲ ἀφαρπαγέντων καὶ οἰκετι- |
| κῶν σωμάτων ὑπὸ πειρατῶν παρὰ Σωσίλου τοῦ Ξενοπείθου | |
| Νουμηνίου καὶ Βότρυος ἀπὸ τῆς καλουμένης Ἐσχατιᾶς συν- | |
| έβη κατᾶραι ἐπὶ τὴν ἐπικειμένην ἀπέναντι νῆσον τῆς | |
| χώρας τῆς Σιφνίων· ἕνα δὲ αὐτῶν Νουμήνιον διακολυν- | |
| 30 | βήσαντα ἀπὸ τῶν πειρατῶν Ὀνήσανδρος ὑπεδέξατο, πυθό- |
| μενος ὅτι ἔστιν ἐξύρου, καὶ ἔθρεψεν ἐκ τῶν ἰδίων χρόνον | |
| καὶ πλείονα, καὶ ἀνφιέσας ἐξαπέστειλεν εἰς τὴν ἡμετέραν | |
| πόλιν τοῖς ἰδίοις δαπανήμασιν· περὶ ὧν καὶ ὁ δῆμος ἐπιγνοὺς | |
| τὴν Ὀνησάνδρου φιλαγαθίαν καὶ εὔνοιαν, ἣν ἔχων τυνχάνη | |
| 35 | εἴς τε {ε}αὐτὸν καὶ Συρίους πάντας, πρόξενόν τε {ε}αὐτὸν ἐποί- |
| ησεν καὶ προεδρίαν ἔδωκεν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντε- | |
| λεῖ καὶ πρόσοδον πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον, ἐάν που {²⁶του}²⁶ δέη- | |
| ται, πρώτῳ μετὰ τὰ ἱερά· πολλῷ δὲ μᾶλλον ἑαυτὸν <εὔχρηστον>(?) πα- | |
| ρασκευάζη καὶ διὰ τὰς διδομένας τιμὰς οὔτε δαπάνην ὑπο- | |
| 40 | στελλόμενος οὔτε κίνδυνον ἕνεκεν τῶν τῇ πόλει συνφε- |
| ρόντων· ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆμος εὐχάριστος ὢν φαί- | |
| νηται καὶ τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ ἀξίους κατὰ τὴν δύνα- | |
| μιν τὴν ἑαυτοῦ, ἕτεροί τε πλήονες ἑαυτοὺς ἐπιδιδῶσιν ἐπι- | |
| γινώσκοντες τὴν τοῦ δήμου καλοκἀγαθίαν, ἀγαθῇ τύχῃ, δεδό- | |
| 45 | χθαι τῇ βουλῇ καὶ τῷ δήμῳ, ἐπαινέσαι Ὀνήσανδρον Βούλωνος |
| Σίφνιον ἐπὶ τῇ αἱρέσει ᾗ ἔχει εἰς τὸν δῆμον τὸν ἡμέτερον, καὶ στε- | |
| φανῶσαι αὐτὸν χρυσῷ στεφάνῳ τῶι ἐκ τοῦ νόμου, καὶ ἀναγορεύ- | |
| ειν καθ’ ἔτος ἕκαστον τὸν ἱεροκήρυκα{ι} Διονυσί{ι}ων {²⁶Διονυσίων}²⁶ τε τῶι ἀ- | |
| γῶνι τῶν τραγῳδῶν καὶ Ἡρακλείων τῇ πονπῇ καὶ Δημητριείων τῇ | |
| 50 | λανπάδι κήρυγμα τόδε· Στεφανοῖ ὁ δῆμος ὁ Συρίων Ὀνήσανδρον |
| Βούλωνος Σίφνιον εὐσεβήας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ | |
| εὐνοίας ἧς ἔχων διατελῆ πρὸς Συρίους πάντας· οἱ δὲ πρυτάνεις | |
| ἀεὶ οἱ ἐν ἀρχῇ ὄντες ἐπιμέληαν ποιείσθωσαν τοῦ κηρύγματος, κυ- | |
| ρωθέντος <δὲ> τοῦδε τοῦ ψηφίσματος ὁ ταμίας Ἀρισταγόρας δότω | |
| 55 | Ὀνησάνδρῳ τὸ ἀποτεταγμένον εἰς τὸν στέφανον ἐκ τοῦ νόμου |
| διάφορον ἀπὸ τῆς ἐνκυκλίου διοικήσεως· ἵνα δὲ φανερὰ ὑπάρχῃ ἡ τοῦ δή- | |
| μου φιλαγαθία καὶ πολλοὶ ἐφάμιλλοι γινόμενοι εὐεργετῶσι τὸν | |
| δῆμον τιμηθέντος Ὀνησάνδρου, ἀναγράψαι {δὲ} τόδε τὸ ψήφισμα εἰς στή- | |
| λην λιθίνην καὶ στῆσαι εἰς τόπον ὡς ἐπιφανέστατον· ἑλέσθαι δὲ ἄνδρα | |
| 60 | ὅστις ἐγδώσει τὴν στήλην καὶ στήσει καὶ ἐπιμελὲς ποιήσηται, ὅπως |
| ἀναγραφῇ τόδε τὸ ψήφισμα· τὸ δὲ ἐσόμενον ἀνήλωμα εἴς τε τὴν | |
| στήλην καὶ τὴν ἀναγραφὴν δότω ὁ ταμίας Ἀρισταγόρας ἀπὸ τῆς ἐν- | |
| κυκλίου διοικήσεως, καθότι ἂν συντελέσῃ ὁ ἐγδότης· ἵνα δὲ καὶ Σί- | |
| φνιοι ἐπιγνῶσιν τὰ ἐψηφισμένα τίμια τῶ ἑαυτῶν πολίτῃ Ὀνησάνδρῳ, | |
| 65 | οἱ πρυτάνεις ἐπιμελὲς ποιησάσθωσαν ἀντιγραψάμενοι, ὅπως |
| ἐξαποστείλωσιν τόδε τὸ ψήφισμα πρὸς τὸν δῆμον τὸν Σιφνίων, σφρα- | |
| γισάμενοι τῇ δημοσίαι σφραγῖδι. εἱρέθη ἐγδότης Κυρσίλος Ἀκρύπτου. |