[ ]
Ceos — Iulis — 2nd c. BC — IG XII,5 Add. p. 333
| — — — — — — — — — — — — | |
| [εἶναι δὲ αὐτὸν πρόξενον] | |
| 1 | καὶ [εὐεργέτην καὶ αὐτὸν] |
| καὶ τοὺς ἐγγ[όνους αὐτοῦ] | |
| τῆς πόλεως τῆς Ἰ[ουλητῶν]. | |
| ὑπάρχειν δὲ αὐτῶ[ι καὶ πρόσο]- | |
| 5 | δον πρὸς τὴν βουλὴν καὶ [τὸν δῆ]- |
| μον καθάπερ καὶ τοῖς ἄλλ[οις εὐ]- | |
| εργέταις, ἀναγορεύεσθαι δὲ [τὸν] | |
| στέφανον κατ’ ἐνιαυτὸν ὑπὸ τ[ὰ] | |
| Διονύσια τῶι ἀγῶνι τῶν τραγω[ι]- | |
| 10 | δῶν· ὅπως δὲ καὶ ὁ δῆμος ὁ Ῥοδί- |
| ων ἐπιγνῶι τὰς γεγενημένας τι- | |
| μὰς Χαρμίππωι, συνθέτωσαν οἱ | |
| πρυτάνεις τῶι εἱρημένωι ἀνδρὶ | |
| Θευφάνει τὸ ψήφισμα σφραγισά- | |
| 15 | μενοι τεῖ δημοσίαι σφραγῖδι, ἀνα- |
| γράψαι δὲ τόδε τὸ ψήφισμα τὸν | |
| γραμματέα τῆς βουλῆς εἰς στήλην | |
| λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ | |
| Ἀπόλλωνος τοῦ Πυθίου· τὸ δὲ | |
| 20 | γενόμενον ἀνάλωμα δό- |
| ⸏τω ὁ ταμίας. |